9.83 Ὑστέρῳ μέντοι χρόνῳ μετὰ ταῦτα καὶ τῶν Πλαταιέων εὗρον συχνοὶ θήκας χρυσοῦ καὶ ἀργύρου καὶ τῶν ἄλλων χρημάτων . Ἐφάνη δὲ καὶ τάδε ὕστερον ἔτι τούτων · τῶν νεκρῶν περιψιλωθέντων τὰς σάρκας συνεφόρεον γὰρ τὰ ὀστέα οἱ Πλαταιέες ἐς ἕνα χῶρον εὑρέθη κεφαλὴ οὐκ ἔχουσα ῥαφὴν οὐδεμίαν ἀλλ’ ἐξ ἑνὸς ἐοῦσα ὀστέου · ἐφάνη δὲ καὶ γνάθος καὶ τὸ ἄνω τῆς γνάθου ἔχουσα ὀδόντας μουνοφυέας , ἐξ ἑνὸς ὀστέου πάντας τούς τε προσθίους ὀδόντας καὶ τοὺς γομφίους · καὶ πενταπήχεος ἀνδρὸς ὀστέα ἐφάνη .
9.84 Ἐπείτε δὲ Μαρδονίου δευτέρῃ ἡμέρῃ νεκρὸς ἠφάνιστο , ὑπ’ ὅτεο μὲν ἀνθρώπων , τὸ ἀτρεκὲς οὐκ ἔχω εἰπεῖν , πολλοὺς δέ τινας ἤδη καὶ παντοδαποὺς ἤκουσα θάψαι Μαρδόνιον , καὶ δῶρα μεγάλα οἶδα λαβόντας πολλοὺς παρὰ Ἀρτόντεω τοῦ Μαρδονίου παιδὸς διὰ τοῦτο τὸ ἔργον · ὅστις μέντοι ἦν αὐτῶν ὑπελόμενός τε καὶ θάψας τὸν νεκρὸν τὸν Μαρδονίου , οὐ δύναμαι ἀτρεκέως πυθέσθαι · ἔχει δέ τινα φάτιν καὶ Διονυσοφάνης ἀνὴρ Ἐφέσιος θάψαι Μαρδόνιον .