9.80 μὲν ταῦτα ἀκούσας ἀπαλλάσσετο . ? Παυσανίης δὲ κήρυγμα ποιησάμενος μηδένα ἅπτεσθαι τῆς ληίης , συγκομίζειν ἐκέλευσε τοὺς εἵλωτας τὰ χρήματα . Οἱ δὲ ἀνὰ τὸ στρατόπεδον σκιδνάμενοι εὕρισκον σκηνὰς κατεσκευασμένας χρυσῷ καὶ ἀργύρῳ , κλίνας τε ἐπιχρύσους καὶ ἐπαργύρους , κρητῆράς τε χρυσέους καὶ φιάλας τε καὶ ἄλλα ἐκπώματα · σάκκους τε ἐπ’ ἁμαξέων εὕρισκον , ἐν τοῖσι λέβητες ἐφαίνοντο ἐνεόντες χρύσεοί τε καὶ ἀργύρεοι · ἀπό τε τῶν κειμένων νεκρῶν ἐσκύλευον ψέλιά τε καὶ στρεπτοὺς καὶ τοὺς ἀκινάκας , ἐόντας χρυσέους , ἐπεὶ ἐσθῆτός γε ποικίλης λόγος ἐγίνετο οὐδείς . Ἐνθαῦτα πολλὰ μὲν κλέπτοντες ἐπώλεον πρὸς τοὺς Αἰγινήτας οἱ εἵλωτες , πολλὰ δὲ καὶ ἀπεδείκνυσαν , ὅσα αὐτῶν οὐκ οἷά τε ἦν κρύψαι · ὥστε Αἰγινήτῃσι οἱ μεγάλοι πλοῦτοι ἀρχὴν ἐνθεῦτεν ἐγένοντο , οἳ τὸν χρυσὸν ἅτε ἐόντα χαλκὸν δῆθεν παρὰ τῶν εἱλώτων ὠνέοντο .