9.81 Συμφορήσαντες δὲ τὰ χρήματα καὶ δεκάτην ἐξελόντες τῷ ἐν Δελφοῖσι θεῷ , ἀπ’ ἧς τρίπους χρύσεος ἀνετέθη ἐπὶ τοῦ τρικαρήνου ὄφιος τοῦ χαλκέου ἐπεστεὼς ἄγχιστα τοῦ βωμοῦ , καὶ τῷ ἐν Ὀλυμπίῃ θεῷ ἐξελόντες , ἀπ’ ἧς δεκάπηχυν χάλκεον Δία ἀνέθηκαν , καὶ τῷ ἐν Ἰσθμῷ θεῷ , ἀπ’ ἧς ἑπτάπηχυς χάλκεος Ποσειδέων ἐξεγένετο , ταῦτα ἐξελόντες τὰ λοιπὰ διαιρέοντο καὶ ἔλαβον ἕκαστοι τῶν ἄξιοι ἦσαν , καὶ τὰς παλλακὰς τῶν Περσέων καὶ τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ ἄλλα χρήματά τε καὶ ὑποζύγια . Ὅσα μέν νυν ἐξαίρετα τοῖσι ἀριστεύσασι αὐτῶν ἐν Πλαταιῇσι ἐδόθη , οὐ λέγεται πρὸς οὐδαμῶν , δοκέω δ’ ἔγωγε καὶ τούτοισι δοθῆναι · Παυσανίῃ δὲ πάντα δέκα ἐξαιρέθη τε καὶ ἐδόθη , γυναῖκες , ἵπποι , τάλαντα , κάμηλοι , ὣς δὲ αὕτως καὶ τἆλλα χρήματα .