9.79 μὲν δοκέων χαρίζεσθαι ἔλεγε τάδε , δ’ ἀνταμείβετο τοῖσδε · ʹ ξεῖνε Αἰγινῆτα , τὸ μὲν εὐνοέειν τε καὶ προορᾶν ἄγαμαί σεο , γνώμης μέντοι ἡμάρτηκας χρηστῆς · ἐξάρας γάρ με ὑψοῦ καὶ τὴν πάτρην καὶ τὸ ἔργον , ἐς τὸ μηδὲν κατέβαλες παραινέων νεκρῷ λυμαίνεσθαι , καὶ ἢν ταῦτα ποιέω , φὰς ἄμεινόν με ἀκούσεσθαι · τὰ πρέπει μᾶλλον βαρβάροισι ποιέειν περ Ἕλλησι , καὶ ἐκείνοισι δὲ ἐπιφθονέομεν . Ἐγὼ δ’ ὦν τούτου εἵνεκα μήτε Αἰγινήτῃσι ἅδοιμι μήτε τοῖσι ταὐτὰ ἀρέσκεται , ἀποχρᾷ τέ μοι Σπαρτιήτῃσι ἀρεσκόμενον ὅσια μὲν ποιέειν , ὅσια δὲ καὶ λέγειν . Λεωνίδῃ δέ , τῷ με κελεύεις τιμωρῆσαι , φημὶ μεγάλως τετιμωρῆσθαι , ψυχῇσί τε τῇσι τῶνδε ἀναριθμήτοισι τετίμηται αὐτός τε καὶ οἱ ἄλλοι οἱ ἐν Θερμοπύλῃσι τελευτήσαντες . Σὺ μέντοι ἔτι ἔχων λόγον τοιόνδε μήτε προσέλθῃς ἔμοιγε μήτε συμβουλεύσῃς , χάριν τε ἴσθι ἐὼν ἀπαθής . ʹ