9.77 Μετὰ δὲ τὴν ἄπιξιν τῆς γυναικὸς αὐτίκα μετὰ ταῦτα ἀπίκοντο Μαντινέες ἐπ’ ἐξεργασμένοισι · μαθόντες δὲ ὅτι ὕστεροι ἥκουσι τῆς συμβολῆς , συμφορὴν ἐποιεῦντο μεγάλην ἄξιοί τε ἔφασαν εἶναι σφέας ζημιῶσαι · πυνθανόμενοι δὲ τοὺς Μήδους τοὺς μετὰ Ἀρταβάζου φεύγοντας , τούτους ἐδίωκον μέχρι Θεσσαλίης · Λακεδαιμόνιοι δὲ οὐκ ἔων φεύγοντας διώκειν . Οἱ δὲ ἀναχωρήσαντες ἐς τὴν ἑωυτῶν τοὺς ἡγεμόνας τῆς στρατιῆς ἐδίωξαν ἐκ τῆς γῆς . Μετὰ δὲ Μαντινέας ἧκον Ἠλεῖοι , καὶ ὡσαύτως οἱ Ἠλεῖοι τοῖσι Μαντινεῦσι συμφορὴν ποιησάμενοι ἀπαλλάσσοντο · ἀπελθόντες δὲ καὶ οὗτοι τοὺς ἡγεμόνας ἐδίωξαν .
9.78 Τὰ κατὰ Μαντινέας μὲν καὶ Ἠλείους τοσαῦτα . Ἐν δὲ Πλαταιῇσι ἐν τῷ στρατοπέδῳ τῶν Αἰγινητέων ἦν Λάμπων Πυθέω . Αἰγινητέων ἐὼν τὰ πρῶτα · ὃς ἀνοσιώτατον ἔχων λόγον ἵετο πρὸς Παυσανίην , ἀπικόμενος δὲ σπουδῇ ἔλεγε τάδε · ʹ παῖ Κλεομβρότου , ἔργον ἔργασταί τοι ὑπερφυὲς μέγαθός τε καὶ κάλλος , καί τοι θεὸς παρέδωκε ῥυσάμενον τὴν Ἑλλάδα κλέος καταθέσθαι μέγιστον Ἑλλήνων τῶν ἡμεῖς ἴδμεν . Σὺ δὲ καὶ τὰ λοιπὰ τὰ ἐπὶ τούτοισι ποίησον , ὅκως λόγος τέ σε ἔχῃ ἔτι μέζων καί τις ὕστερον φυλάσσηται τῶν βαρβάρων μὴ ὑπάρχειν ἔργα ἀτάσθαλα ποιέων ἐς τοὺς Ἕλληνας . Λεωνίδεω γὰρ ἀποθανόντος ἐν Θερμοπύλῃσι Μαρδόνιός τε καὶ Ξέρξης ἀποταμόντες τὴν κεφαλὴν ἀνεσταύρωσαν · τοῖσι σὺ τὴν ὁμοίην ἀποδιδοὺς ἔπαινον ἕξεις πρῶτα μὲν ὑπὸ πάντων Σπαρτιητέων , αὖτις δὲ καὶ πρὸς τῶν ἄλλων Ἑλλήνων · Μαρδόνιον γὰρ ἀνασκολοπίσας τετιμωρήσεαι . . . ἐς πάτρων τὸν σὸν Λεωνίδην . ʹ