9.72 Καλλικράτης γὰρ ἔξω τῆς μάχης ἀπέθανε , ἐλθὼν ἀνὴρ κάλλιστος ἐς τὸ στρατόπεδον τῶν τότε Ἑλλήνων , οὐ μοῦνον αὐτῶν Λακεδαιμονίων ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων · ὃς , ἐπειδὴ ἐσφαγιάζετο Παυσανίης , κατήμενος ἐν τῇ τάξι ἐτρωματίσθη τοξεύματι τὰ πλευρά · καὶ δὴ οἱ μὲν ἐμάχοντο , δ’ ἐξενηνειγμένος ἐδυσθανάτεέ τε καὶ ἔλεγε πρὸς Ἀρίμνηστον ἄνδρα Πλαταιέα οὐ μέλειν οἱ ὅτι πρὸ τῆς Ἑλλάδος ἀποθνῄσκει , ἀλλ’ ὅτι οὐκ ἐχρήσατο τῇ χειρὶ καὶ ὅτι οὐδέν ἐστί οἱ ἀποδεδεγμένον ἔργον ἑωυτοῦ ἄξιον προθυμεομένου ἀποδέξασθαι .
9.73 Ἀθηναίων δὲ λέγεται εὐδοκιμῆσαι Σωφάνης Εὐτυχίδεω , ἐκ δήμου Δεκελεῆθεν , Δεκελέων δὲ τῶν κοτε ἐργασαμένων ἔργον χρήσιμον ἐς τὸν πάντα χρόνον , ὡς αὐτοὶ Ἀθηναῖοι λέγουσι . Ὡς γὰρ δὴ τὸ πάλαι κατὰ Ἑλένης κομιδὴν Τυνδαρίδαι ἐσέβαλον ἐς γῆν τὴν Ἀττικὴν σὺν στρατοῦ πλήθεϊ καὶ ἀνίστασαν τοὺς δήμους , οὐκ εἰδότες ἵνα ὑπεξέκειτο Ἑλένη , τότε λέγουσι τοὺς Δεκελέας , οἱ δὲ αὐτὸν Δέκελον ἀχθόμενόν τε τῇ Θησέος ὕβρι καὶ δειμαίνοντα περὶ πάσῃ τῇ Ἀθηναίων χώρῃ , ἐξηγησάμενόν σφι τὸ πᾶν πρῆγμα κατηγήσασθαι ἐπὶ τὰς Ἀφίδνας , τὰς δὴ Τιτακός , ἐὼν αὐτόχθων , καταπροδιδοῖ Τυνδαρίδῃσι . Τοῖσι δὲ Δεκελεῦσι ἐν Σπάρτῃ ἀπὸ τούτου τοῦ ἔργου ἀτελείη τε καὶ προεδρίη διατελέει ἐς τόδε αἰεὶ ἔτι ἐοῦσα , οὕτω ὥστε καὶ ἐς τὸν πόλεμον τὸν ὕστερον πολλοῖσι ἔτεσι τούτων γενόμενον Ἀθηναίοισί τε καὶ Πελοποννησίοισι , σινομένων τὴν ἄλλην Ἀττικὴν Λακεδαιμονίων , Δεκελέης ἀπέχεσθαι .