9.74 Τούτου τοῦ δήμου ἐὼν Σωφάνης καὶ ἀριστεύσας τότε Ἀθηναίων διξοὺς λόγους λεγομένους ἔχει · τὸν μὲν ὡς ἐκ τοῦ ζωστῆρος τοῦ θώρηκος ἐφόρεε χαλκέῃ ἁλύσι δεδεμένην ἄγκυραν σιδηρέην , τὴν ὅκως πελάσειε ἀπικνεόμενος τοῖσι πολεμίοισι βαλλέσκετο , ἵνα δή μιν οἱ πολέμιοι ἐσπίπτοντες ἐκ τῆς τάξιος μετακινῆσαι μὴ δυναίατο · γινομένης δὲ φυγῆς τῶν ἐναντίων ἐδέδοκτο τὴν ἄγκυραν ἀναλαβόντα οὕτω διώκειν . Οὗτος μὲν οὕτω λέγεται · δ’ ἕτερος τῶν λόγων τῷ πρότερον λεχθέντι ἀμφισβατέων λέγεται , ὡς ἐπ’ ἀσπίδος αἰεὶ περιθεούσης καὶ οὐδαμὰ ἀτρεμιζούσης ἐφόρεε ἐπίσημον ἄγκυραν , καὶ οὐκ ἐκ τοῦ θώρηκος δεδεμένην σιδηρέην .
9.75 Ἔστι δὲ καὶ ἕτερον Σωφάνεϊ λαμπρὸν ἔργον ἐξεργασμένον , ὅτε , περικατημένων Ἀθηναίων Αἴγιναν , Εὐρυβάτην τὸν Ἀργεῖον , ἄνδρα πεντάεθλον , ἐκ προκλήσιος ἐφόνευσε . Αὐτὸν δὲ Σωφάνεα χρόνῳ ὕστερον τούτων κατέλαβε ἄνδρα γενόμενον ἀγαθόν , Ἀθηναίων στρατηγέοντα ἅμα Λεάγρῳ τῷ Γλαύκωνος , ἀποθανεῖν ὑπὸ Ἠδωνῶν ἐν Δάτῳ περὶ τῶν μετάλλων τῶν χρυσέων μαχόμενον .