1.132 Θυσίη δὲ τοῖσι Πέρσῃσι περὶ τοὺς εἰρημένους θεοὺς ἥδε κατέστηκε . Οὔτε βωμοὺς ποιεῦνται οὔτε πῦρ ἀνακαίουσι μέλλοντες θύειν · οὐ σπονδῇ χρέωνται , οὐκὶ αὐλῷ , οὐ στέμμασι , οὐκὶ οὐλῇσι . Τῶν δὲ ὡς ἑκάστῳ τις θύειν θέλῃ , ἐς χῶρον καθαρὸν ἀγαγὼν τὸ κτῆνος καλέει τὸν θεὸν ἐστεφανωμένος τὸν τιήρην μυρσίνῃ μάλιστα . Ἑωυτῷ μὲν δὴ τῷ θύοντι ἰδίῃ μούνῳ οὔ οἱ ἐγγίνεται ἀρᾶσθαι ἀγαθά , δὲ τοῖσι πᾶσί τε Πέρσῃσι κατεύχεται εὖ γίνεσθαι καὶ τῷ βασιλέϊ · ἐν γὰρ δὴ τοῖσι ἅπασι Πέρσῃσι καὶ αὐτὸς γίνεται . Ἐπεὰν δὲ διαμιστύλας κατὰ μέρεα τὸ ἱρήιον ἑψήσῃ τὰ κρέα , ὑποπάσας ποίην ὡς ἁπαλωτάτην , μάλιστα δὲ τὸ τρίφυλλον , ἐπὶ ταύτης ἔθηκε ὦν πάντα τὰ κρέα . Διαθέντος δὲ αὐτοῦ μάγος ἀνὴρ παρεστεὼς ἐπαείδει θεογονίην , οἵην δὴ ἐκεῖνοι λέγουσι εἶναι τὴν ἐπαοιδήν · ἄνευ γὰρ δὴ μάγου οὔ σφι νόμος ἐστὶ θυσίας ποιέεσθαι . Ἐπισχὼν δὲ ὀλίγον χρόνον ἀποφέρεται θύσας τὰ κρέα καὶ χρᾶται τι μιν λόγος αἱρέει .