9.71 Ἠρίστευσε δὲ τῶν βαρβάρων πεζὸς μὲν Περσέων , ἵππος δὲ Σακέων , ἀνὴρ δὲ λέγεται Μαρδόνιος · Ἑλλήνων δέ , ἀγαθῶν γενομένων καὶ Τεγεητέων καὶ Ἀθηναίων , ὑπερεβάλοντο ἀρετῇ Λακεδαιμόνιοι · ἄλλῳ μὲν οὐδενὶ ἔχω ἀποσημήνασθαι ἅπαντες γὰρ οὗτοι τοὺς κατ’ ἑωυτοὺς ἐνίκων , ὅτι δὲ κατὰ τὸ ἰσχυρότατον προσηνείχθησαν καὶ τούτων ἐκράτησαν . Καὶ ἄριστος ἐγένετο μακρῷ Ἀριστόδημος κατὰ γνώμας τὰς ἡμετέρας , ὃς ἐκ Θερμοπυλέων μοῦνος τῶν τριηκοσίων σωθεὶς εἶχε ὄνειδος καὶ ἀτιμίην · μετὰ δὲ τοῦτον ἠρίστευσαν Ποσειδώνιός τε καὶ Φιλοκύων καὶ Ἀμομφάρετος Σπαρτιῆται . Καίτοι , γενομένης λέσχης ὃς γένοιτο αὐτῶν ἄριστος , ἔγνωσαν οἱ παραγενόμενοι Σπαρτιητέων Ἀριστόδημον μὲν βουλόμενον φανερῶς ἀποθανεῖν ἐκ τῆς παρεούσης οἱ αἰτίης , λυσσῶντά τε καὶ ἐκλείποντα τὴν τάξιν ἔργα ἀποδέξασθαι μεγάλα , Ποσειδώνιον δὲ οὐ βουλόμενον ἀποθνῄσκειν ἄνδρα γενέσθαι ἀγαθόν · τοσούτῳ τοῦτον εἶναι ἀμείνω . Ἀλλὰ ταῦτα μὲν καὶ φθόνῳ ἂν εἴποιεν · οὗτοι δὲ τοὺς κατέλεξα πάντες , πλὴν Ἀριστοδήμου , τῶν ἀποθανόντων ἐν ταύτῃ τῇ μάχῃ τίμιοι ἐγένοντο , Ἀριστόδημος δὲ βουλόμενος ἀποθανεῖν διὰ τὴν προειρημένην αἰτίην οὐκ ἐτιμήθη . Οὗτοι μὲν τῶν ἐν Πλαταιῇσι ὀνομαστότατοι ἐγένοντο .