9.70 οὗτοι μὲν δὴ ἐν οὐδενὶ λόγῳ ἀπώλοντο . Οἱ δὲ Πέρσαι καὶ ἄλλος ὅμιλος , ὡς κατέφυγον ἐς τὸ ξύλινον τεῖχος , ἔφθησαν ἐπὶ τοὺς πύργους ἀναβάντες πρὶν τοὺς Λακεδαιμονίους ἀπικέσθαι , ἀναβάντες δὲ ἐφράξαντο ὡς ἐδυνέατο ἄριστα τὸ τεῖχος . Προσελθόντων δὲ τῶν Ἀθηναίων κατεστήκεέ σφι τειχομαχίη ἐρρωμενεστέρη · ἕως μὲν γὰρ ἀπῆσαν οἱ Ἀθηναῖοι , οἱ δ’ ἠμύνοντο καὶ πολλῷ πλέον εἶχον τῶν Λακεδαιμονίων ὥστε οὐκ ἐπισταμένων τειχομαχέειν · ὡς δέ σφι Ἀθηναῖοι προσῆλθον , οὕτω δὴ ἰσχυρὴ ἐγίνετο τειχομαχίη καὶ χρόνον ἐπὶ πολλόν . Τέλος δὲ ἀρετῇ τε καὶ λιπαρίῃ ἐπέβησαν Ἀθηναῖοι τοῦ τείχεος καὶ ἤριπον , τῇ δὴ ἐσεχέοντο οἱ Ἕλληνες . Πρῶτοι δὲ ἐσῆλθον Τεγεῆται ἐς τὸ τεῖχος , καὶ τὴν σκηνὴν τὴν Μαρδονίου οὗτοι ἦσαν οἱ διαρπάσαντες , τά τε ἄλλα ἐξ αὐτῆς καὶ τὴν φάτνην τῶν ἵππων , ἐοῦσαν χαλκέην πᾶσαν καὶ θέης ἀξίην . Τὴν μέν νυν φάτνην ταύτην τὴν Μαρδονίου ἀνέθεσαν ἐς τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης Τεγεῆται , τὰ δὲ ἄλλα ἐς τὠυτό , ὅσα περ ἔλαβον , ἐσήνεικαν τοῖσι Ἕλλησι . Οἱ δὲ βάρβαροι οὐδὲν ἔτι στῖφος ἐποιήσαντο πεσόντος τοῦ τείχεος , οὐδέ τις αὐτῶν ἀλκῆς ἐμέμνητο , ἀλύκταζόν τε οἷα ἐν ὀλίγῳ χώρῳ πεφοβημένοι τε καὶ πολλαὶ μυριάδες κατειλημέναι ἀνθρώπων . Παρῆν τε τοῖσι Ἕλλησι φονεύειν οὕτω ὥστε τριήκοντα μυριάδων στρατοῦ , καταδεουσέων τὰς ἔχων Ἀρτάβαζος ἔφευγε , τῶν λοιπῶν μηδὲ τρεῖς χιλιάδας περιγενέσθαι . Λακεδαιμονίων δὲ τῶν ἐκ Σπάρτης ἀπέθανον οἱ πάντες ἐν τῇ συμβολῇ εἷς καὶ ἐνενήκοντα , Τεγεητέων δὲ ἑκκαίδεκα , Ἀθηναίων δὲ δύο καὶ πεντήκοντα . ʹ