9.68 Δηλοῖ τέ μοι ὅτι πάντα τὰ πρήγματα τῶν βαρβάρων ἤρτητο ἐκ Περσέων , εἰ καὶ τότε οὗτοι πρὶν καὶ συμμεῖξαι τοῖσι πολεμίοισι ἔφευγον , ὅτι καὶ τοὺς Πέρσας ὥρων . Οὕτω τε πάντες ἔφευγον πλὴν τῆς ἵππου τῆς τε ἄλλης καὶ τῆς Βοιωτίης · αὕτη δὲ τοσαῦτα προσωφέλεε τοὺς φεύγοντας , αἰεί τε πρὸς τῶν πολεμίων ἄγχιστα ἐοῦσα ἀπέργουσά τε τοὺς φιλίους φεύγοντας ἀπὸ τῶν Ἑλλήνων . Οἱ μὲν δὴ νικῶντες εἵποντο τοὺς Ξέρξεω διώκοντές τε καὶ φονεύοντες .
9.69 Ἐν δὲ τούτῳ τῷ γινομένῳ φόνῳ ἀγγέλλεται τοῖσι ἄλλοισι Ἕλλησι τοῖσι περὶ τὸ Ἥραιον τεταγμένοισι καὶ ἀπογενομένοισι τῆς μάχης , ὅτι μάχη τε γέγονε καὶ νικῷεν οἱ μετὰ Παυσανίεω · οἱ δὲ ἀκούσαντες ταῦτα , οὐδένα κόσμον ταχθέντες , οἱ μὲν ἀμφὶ Κορινθίους ἐτράποντο διὰ τῆς ὑπωρείης καὶ τῶν κολωνῶν τὴν φέρουσαν ἄνω ἰθὺ τοῦ ἱροῦ τῆς Δήμητρος , οἱ δὲ ἀμφὶ Μεγαρέας τε καὶ Φλειασίους διὰ τοῦ πεδίου τὴν λειοτάτην τῶν ὁδῶν . Ἐπείτε δὲ ἀγχοῦ τῶν πολεμίων ἐγίνοντο οἱ Μεγαρέες καὶ Φλειάσιοι , ἀπιδόντες σφέας οἱ τῶν Θηβαίων ἱππόται ἐπειγομένους οὐδένα κόσμον ἤλαυνον ἐπ’ αὐτοὺς τοὺς ἵππους , τῶν ἱππάρχεε Ἀσωπόδωρος Τιμάνδρου . Ἐσπεσόντες δὲ κατεστόρεσαν αὐτῶν ἑξακοσίους , τοὺς δὲ λοιποὺς κατήραξαν διώκοντες ἐς τὸν Κιθαιρῶνα ·