9.66 Αὕτη μέν νυν μάχη ἐπὶ τοσοῦτο ἐγένετο . Ἀρτάβαζος δὲ Φαρνάκεος αὐτίκα τε οὐκ ἠρέσκετο κατ’ ἀρχὰς λειπομένου Μαρδονίου ἀπὸ βασιλέος , καὶ τότε πολλὰ ἀπαγορεύων οὐδὲν ἤνυε , συμβάλλειν οὐκ ἐῶν · ἐποίησέ τε αὐτὸς τοιάδε ὡς οὐκ ἀρεσκόμενος τοῖσι πρήγμασι τοῖσι ἐκ Μαρδονίου ποιευμένοισι . Τῶν ἐστρατήγεε Ἀρτάβαζος εἶχε δὲ δύναμιν οὐκ ὀλίγην ἀλλὰ καὶ ἐς τέσσερας μυριάδας ἀνθρώπων περὶ ἑωυτόν , τούτους , ὅκως συμβολὴ ἐγίνετο , εὖ ἐξεπιστάμενος τὰ ἔμελλε ἀποβήσεσθαι ἀπὸ τῆς μάχης , ἦγε κατηρτισμένους , παραγγείλας κατὰ τὠυτὸ ἰέναι πάντας τῇ ἂν αὐτὸς ἐξηγέηται , ὅκως ἂν αὐτὸν ὁρῶσι σπουδῆς ἔχοντα . Ταῦτα παραγγείλας ὡς ἐς μάχην ἦγε δῆθεν τὸν στρατόν · προτερέων δὲ τῆς ὁδοῦ ὥρα καὶ δὴ φεύγοντας τοὺς Πέρσας · οὕτω δὴ οὐκέτι τὸν αὐτὸν κόσμον κατηγέετο , ἀλλὰ τὴν ταχίστην ἐτρόχαζε φεύγων οὔτε ἐς τὸ ξύλινον τεῖχος οὔτε ἐς τὸ Θηβαίων τεῖχος ἀλλ’ ἐς Φωκέας , ἐθέλων ὡς τάχιστα ἐπὶ τὸν Ἑλλήσποντον ἀπικέσθαι .
9.67 Καὶ δὴ οὗτοι μὲν ταύτῃ ἐτράποντο . Τῶν δὲ ἄλλων Ἑλλήνων τῶν μετὰ βασιλέος ἐθελοκακεόντων Βοιωτοὶ Ἀθηναίοισι ἐμαχέσαντο χρόνον ἐπὶ συχνόν · οἱ γὰρ μηδίζοντες τῶν Θηβαίων , οὗτοι εἶχον προθυμίην οὐκ ὀλίγην μαχόμενοί τε καὶ οὐκ ἐθελοκακέοντες , οὕτω ὥστε τριηκόσιοι αὐτῶν οἱ πρῶτοι καὶ ἄριστοι ἐνθαῦτα ἔπεσον ὑπὸ Ἀθηναίων · ὡς δὲ ἐτράποντο καὶ οὗτοι , ἔφευγον ἐς τὰς Θήβας , οὐ τῇ περ οἱ Πέρσαι καὶ τῶν ἄλλων συμμάχων πᾶς ὅμιλος οὔτε διαμαχεσάμενος οὐδενὶ οὔτε τι ἀποδεξάμενος ἔφευγον .