9.64 Ἐνθαῦτα τε δίκη τοῦ φόνου τοῦ Λεωνίδεω κατὰ τὸ χρηστήριον τὸ τοῖσι Σπαρτιήτῃσι γενόμενον ἐκ Μαρδονίου ἐπετελέετο καὶ νίκην ἀναιρέεται καλλίστην ἁπασέων τῶν ἡμεῖς ἴδμεν Παυσανίης Κλεομβρότου τοῦ Ἀναξανδρίδεω · τῶν δὲ κατύπερθέ οἱ προγόνων τὰ οὐνόματα εἴρηται ἐς Λεωνίδην · ὡυτοὶ γάρ σφι τυγχάνουσι ἐόντες . Ἀποθνῄσκει δὲ Μαρδόνιος ὑπὸ Ἀριμνήστου ἀνδρὸς ἐν Σπάρτῃ λογίμου , ὃς χρόνῳ ὕστερον μετὰ τὰ Μηδικὰ ἔχων ἄνδρας τριηκοσίους συνέβαλε ἐν Στενυκλήρῳ πολέμου ἐόντος Μεσσηνίοισι πᾶσι καὶ αὐτός τε ἀπέθανε καὶ οἱ τριηκόσιοι .
9.65 Ἐν δὲ Πλαταιῇσι οἱ Πέρσαι , ὡς ἐτράποντο ὑπὸ τῶν Λακεδαιμονίων , ἔφευγον οὐδένα κόσμον ἐς τὸ στρατόπεδον τὸ ἑωυτῶν καὶ ἐς τὸ τεῖχος τὸ ξύλινον τὸ ἐποιήσαντο ἐν μοίρῃ τῇ Θηβαΐδι . Θῶμα δέ μοι ὅκως παρὰ τῆς Δήμητρος τὸ ἄλσος μαχομένων οὐδὲ εἷς ἐφάνη τῶν Περσέων οὔτε ἐσελθὼν ἐς τὸ τέμενος οὔτε ἐναποθανών , περὶ δὲ τὸ ἱρὸν οἱ δὲ πλεῖστοι ἐν τῷ βεβήλῳ ἔπεσον . Δοκέω δέ , εἴ τι περὶ τῶν θείων πρηγμάτων δοκέειν δεῖ , θεὸς αὐτή σφεας οὐκ ἐδέκετο ἐμπρήσαντας τὸ ἱρὸν τὸ ἐν Ἐλευσῖνι ἀνάκτορον .