9.62 Ταῦτα δ’ ἔτι τούτου ἐπικαλεομένου προεξαναστάντες πρότεροι οἱ Τεγεῆται ἐχώρεον ἐς τοὺς βαρβάρους , καὶ τοῖσι Λακεδαιμονίοισι αὐτίκα μετὰ τὴν εὐχὴν τὴν Παυσανίεω ἐγίνετο θυομένοισι τὰ σφάγια χρηστά . Ὡς δὲ χρόνῳ κοτὲ ἐγένετο , ἐχώρεον καὶ οὗτοι ἐπὶ τοὺς Πέρσας , καὶ οἱ Πέρσαι ἀντίοι . . . τὰ τόξα μετέντες · ἐγίνετο δὲ πρῶτον περὶ τὰ γέρρα μάχη · ὡς δὲ ταῦτα ἐπεπτώκεε , ἤδη ἐγίνετο μάχη ἰσχυρὴ παρ’ αὐτὸ τὸ Δημήτριον καὶ χρόνον ἐπὶ πολλόν , ἐς ἀπίκοντο ἐς ὠθισμόν · τὰ γὰρ δόρατα ἐπιλαμβανόμενοι κατέκλων οἱ βάρβαροι . Λήματι μέν νυν καὶ ῥώμῃ οὐκ ἥσσονες ἦσαν οἱ Πέρσαι , ἄνοπλοι δὲ ἐόντες καὶ πρὸς ἀνεπιστήμονες ἦσαν καὶ οὐκ ὅμοιοι τοῖσι ἐναντίοισι σοφίην . Προεξαΐσσοντες δὲ κατ’ ἕνα καὶ δέκα καὶ πλέονες τε καὶ ἐλάσσονες συστρεφόμενοι ἐσέπιπτον ἐς τοὺς Σπαρτιήτας καὶ διεφθείροντο .
9.63 Τῇ δὲ ἐτύγχανε αὐτὸς ἐὼν Μαρδόνιος , ἀπ’ ἵππου τε μαχόμενος λευκοῦ ἔχων τε περὶ ἑωυτὸν λογάδας Περσέων τοὺς ἀρίστους χιλίους , ταύτῃ δὲ καὶ μάλιστα τοὺς ἐναντίους ἐπίεσαν . Ὅσον μέν νυν χρόνον Μαρδόνιος περιῆν , οἵδε ἀντεῖχον καὶ ἀμυνόμενοι κατέβαλλον πολλοὺς τῶν Λακεδαιμονίων · ὡς δὲ Μαρδόνιος ἀπέθανε καὶ τὸ περὶ ἐκεῖνον τεταγμένον , ἐὸν ἰσχυρότατον , ἔπεσε , οὕτω δὴ καὶ οἱ ἄλλοι ἐτράποντο καὶ εἶξαν τοῖσι Λακεδαιμονίοισι . Πλεῖστον γάρ σφεας ἐδηλέετο ἐσθὴς ἔρημος ἐοῦσα ὅπλων · πρὸς γὰρ ὁπλίτας ἐόντες γυμνῆτες ἀγῶνα ἐποιεῦντο . ʹ