9.61 Ταῦτα οἱ Ἀθηναῖοι ὡς ἐπύθοντο , ὁρμέατο βοηθέειν καὶ τὰ μάλιστα ἐπαμύνειν · καί σφι ἤδη στείχουσι ἐπιτίθενται οἱ ἀντιταχθέντες Ἑλλήνων τῶν μετὰ βασιλέος γενομένων , ὥστε μηκέτι δύνασθαι βοηθῆσαι · τὸ γὰρ προσκείμενόν σφεας ἐλύπεε . Οὕτω δὴ μουνωθέντες Λακεδαιμόνιοι καὶ Τεγεῆται , ἐόντες σὺν ψιλοῖσι ἀριθμὸν οἱ μὲν πεντακισμύριοι , Τεγεῆται δὲ τρισχίλιοι οὗτοι γὰρ οὐδαμὰ ἀπεσχίζοντο ἀπὸ Λακεδαιμονίων , ἐσφαγιάζοντο ὡς συμβαλέοντες Μαρδονίῳ καὶ τῇ στρατιῇ τῇ παρεούσῃ . Καὶ οὐ γάρ σφι ἐγίνετο τὰ σφάγια χρηστά , ἔπιπτόν τε αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ πολλοὶ καὶ πολλῷ πλέονες ἐτρωματίζοντο · φράξαντες γὰρ τὰ γέρρα οἱ Πέρσαι ἀπίεσαν τῶν τοξευμάτων πολλὰ ἀφειδέως , οὕτω ὥστε πιεζομένων τῶν Σπαρτιητέων καὶ τῶν σφαγίων οὐ γινομένων ἀποβλέψαντα τὸν Παυσανίην πρὸς τὸ Ἥραιον τὸ Πλαταιέων ἐπικαλέσασθαι τὴν θεόν , χρηίζοντα μηδαμῶς σφέας ψευσθῆναι τῆς ἐλπίδος .