9.59 Ταῦτα εἴπας ἦγε τοὺς Πέρσας δρόμῳ διαβάντας τὸν Ἀσωπὸν κατὰ στίβον τῶν Ἑλλήνων ὡς δὴ ἀποδιδρησκόντων · ἐπεῖχέ τε ἐπὶ Λακεδαιμονίους τε καὶ Τεγεήτας μούνους · Ἀθηναίους γὰρ τραπομένους ἐς τὸ πεδίον ὑπὸ τῶν ὄχθων οὐ κατώρα . Πέρσας δὲ ὁρῶντες ὁρμημένους διώκειν τοὺς Ἕλληνας , οἱ λοιποὶ τῶν βαρβαρικῶν τελέων ἄρχοντες αὐτίκα πάντες ἦραν τὰ σημήια καὶ ἐδίωκον ὡς ποδῶν ἕκαστοι εἶχον , οὔτε κόσμῳ οὐδενὶ κοσμηθέντες οὔτε τάξι .
9.60 Καὶ οὗτοι μὲν βοῇ τε καὶ ὁμίλῳ ἐπήισαν ὡς ἀναρπασόμενοι τοὺς Ἕλληνας · Παυσανίης δέ , ὡς προσέκειτο ἵππος , πέμψας πρὸς τοὺς Ἀθηναίους ἱππέα λέγει τάδε · ʹ Ἄνδρες Ἀθηναῖοι , ἀγῶνος μεγίστου προκειμένου ἐλευθέρην εἶναι δεδουλωμένην τὴν Ἑλλάδα , προδεδόμεθα ὑπὸ τῶν συμμάχων ἡμεῖς τε οἱ Λακεδαιμόνιοι καὶ ὑμεῖς οἱ Ἀθηναῖοι ὑπὸ τὴν παροιχομένην νύκτα διαδράντων . Νῦν ὦν δέδοκται τὸ ἐνθεῦτεν τὸ ποιητέον ἡμῖν , ἀμυνομένους γὰρ τῇ δυνάμεθα ἄριστα περιστέλλειν ἀλλήλους . Εἰ μέν νυν ἐς ὑμέας ὅρμησε ἀρχὴν ἵππος , χρῆν δὴ ἡμέας τε καὶ τοὺς μετ’ ἡμέων τὴν Ἑλλάδα οὐ προδιδόντας Τεγεήτας βοηθέειν ὑμῖν · νῦν δέ , ἐς ἡμέας γὰρ ἅπασα κεχώρηκε , δίκαιοί ἐστε ὑμεῖς πρὸς τὴν πιεζομένην μάλιστα τῶν μοιρέων ἀμυνέοντες ἰέναι . Εἰ δ’ ἄρα αὐτοὺς ὑμέας καταλελάβηκε ἀδύνατόν τι βοηθέειν , ὑμεῖς δ’ ἡμῖν τούς γε τοξότας ἀποπέμψαντες χάριν θέσθε . Συνοίδαμεν δὲ ὑμῖν ὑπὸ τὸν παρεόντα τόνδε πόλεμον ἐοῦσι πολλὸν προθυμοτάτοισι , ὥστε καὶ ταῦτα ἐσακούειν . ʹ