1.130 Ἀστυάγης μέν νυν βασιλεύσας ἐπ’ ἔτεα πέντε καὶ τριήκοντα οὕτω τῆς βασιληίης κατεπαύσθη , Μῆδοι δὲ ὑπέκυψαν Πέρσῃσι διὰ τὴν τούτου πικρότητα , ἄρξαντες τῆς ἄνω Ἅλυος ποταμοῦ Ἀσίης ἐπ’ ἔτεα τριήκοντα καὶ ἑκατὸν δυῶν δέοντα , παρὲξ ὅσον οἱ Σκύθαι ἦρχον . Ὑστέρῳ μέντοι χρόνῳ μετεμέλησέ τέ σφι ταῦτα ποιήσασι καὶ ἀπέστησαν ἀπὸ Δαρείου · ἀποστάντες δὲ ὀπίσω κατεστράφησαν μάχῃ νικηθέντες . Τότε δὲ ἐπὶ Ἀστυάγεος οἱ Πέρσαι τε καὶ Κῦρος ἐπαναστάντες τοῖσι Μήδοισι ἦρχον τὸ ἀπὸ τούτου τῆς Ἀσίης . Ἀστυάγεα δὲ Κῦρος κακὸν οὐδὲν ἄλλο ποιήσας εἶχε παρ’ ἑωυτῷ , ἐς ἐτελεύτησε . Οὕτω δὴ Κῦρος γενόμενός τε καὶ τραφεὶς καὶ ἐβασίλευσε καὶ Κροῖσον ὕστερον τούτων ἄρξαντα ἀδικίης κατεστρέψατο , ὡς εἴρηταί μοι πρότερον . Τοῦτον δὲ καταστρεψάμενος οὕτω πάσης τῆς Ἀσίης ἦρξε .
1.131 Πέρσας δὲ οἶδα νόμοισι τοιοισίδε χρεωμένους , ἀγάλματα μὲν καὶ νηοὺς καὶ βωμοὺς οὐκ ἐν νόμῳ ποιευμένους ἱδρύεσθαι , ἀλλὰ τοῖσι ποιεῦσι μωρίην ἐπιφέρουσι , ὡς μὲν ἐμοὶ δοκέειν , ὅτι οὐκ ἀνθρωποφυέας ἐνόμισαν τοὺς θεοὺς κατά περ οἱ Ἕλληνες εἶναι . Οἱ δὲ νομίζουσι Διὶ μὲν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων ἀναβαίνοντες θυσίας ἔρδειν , τὸν κύκλον πάντα τοῦ οὐρανοῦ Δία καλέοντες . Θύουσι δὲ ἡλίῳ τε καὶ σελήνῃ καὶ γῇ καὶ πυρὶ καὶ ὕδατι καὶ ἀνέμοισι . Τούτοισι μὲν δὴ θύουσι μούνοισι ἀρχῆθεν , ἐπιμεμαθήκασι δὲ καὶ τῇ Οὐρανίῃ θύειν , παρά τε Ἀσσυρίων μαθόντες καὶ Ἀραβίων · καλέουσι δὲ Ἀσσύριοι τὴν Ἀφροδίτην Μύλιττα , Ἀράβιοι δὲ Ἀλιλάτ , Πέρσαι δὲ Μίτραν .