9.55 Ὡς δὲ ἀπίκετο κῆρυξ ἐς τοὺς Λακεδαιμονίους , ὥρα τέ σφεας κατὰ χώρην τεταγμένους καὶ ἐς νείκεα ἀπιγμένους αὐτῶν τοὺς πρώτους · ὡς γὰρ δὴ παρηγορέοντο τὸν Ἀμομφάρετον τε Εὐρυάναξ καὶ Παυσανίης μὴ κινδυνεύειν μένοντας μούνους Λακεδαιμονίων , οὔ κως ἔπειθον , ἐς ἐς νείκεά τε συμπεσόντες ἀπίκατο καὶ κῆρυξ τῶν Ἀθηναίων παρίστατό σφι ἀπιγμένος . Νεικέων δὲ Ἀμομφάρετος λαμβάνει πέτρον ἀμφοτέρῃσι τῇσι χερσὶ καὶ τιθεὶς πρὸ ποδῶν τοῦ Παυσανίεω ταύτῃ τῇ ψήφῳ ψηφίζεσθαι ἔφη μὴ φεύγειν τοὺς ξείνους ξείνους λέγων τοὺς βαρβάρους . δὲ μαινόμενον καὶ οὐ φρενήρεα καλέων ἐκεῖνον πρός τε τὸν Ἀθηναῖον κήρυκα . . . ἐπειρωτῶντα τὰ ἐντεταλμένα λέγειν Παυσανίης ἐκέλευε τὰ παρεόντα σφι πρήγματα ἐχρήιζέ τε τῶν Ἀθηναίων προσχωρῆσαί τε πρὸς ἑωυτοὺς καὶ ποιέειν περὶ τῆς ἀπόδου τά περ ἂν καὶ σφεῖς .
9.56 Καὶ μὲν ἀπαλλάσσετο ἐς τοὺς Ἀθηναίους · τοὺς δὲ ἐπεὶ ἀνακρινομένους πρὸς ἑωυτοὺς ἠὼς κατελάμβανε , ἐν τούτῳ τῷ χρόνῳ κατήμενος Παυσανίης , οὐ δοκέων τὸν Ἀμομφάρετον λείψεσθαι τῶν ἄλλων Λακεδαιμονίων ἀποστειχόντων , τὰ δὴ καὶ ἐγένετο , σημήνας ἀπῆγε διὰ τῶν κολωνῶν τοὺς λοιποὺς πάντας · εἵποντο δὲ καὶ Τεγεῆται . Ἀθηναῖοι δὲ ταχθέντες ἤισαν τὰ ἔμπαλιν Λακεδαιμόνιοι · οἱ μὲν γὰρ τῶν τε ὄχθων ἀντείχοντο καὶ τῆς ὑπωρείης τοῦ Κιθαιρῶνος , φοβεόμενοι τὴν ἵππον , Ἀθηναῖοι δὲ κάτω τραφθέντες ἐς τὸ πεδίον .