9.57 Ἀμομφάρετος δὲ ἀρχήν γε οὐδαμὰ δοκέων Παυσανίην τολμήσειν σφέας ἀπολιπεῖν περιείχετο αὐτοῦ μένοντας μὴ ἐκλιπεῖν τὴν τάξιν · προτερεόντων δὲ τῶν σὺν Παυσανίῃ , καταδόξας αὐτοὺς ἰθέῃ τέχνῃ ἀπολείπειν αὐτόν , ἀναλαβόντα τὸν λόχον τὰ ὅπλα ἦγε βάδην πρὸς τὸ ἄλλο στῖφος . Τὸ δὲ ἀπελθὸν ὅσον τε δέκα στάδια ἀνέμενε τὸν Ἀμομφαρέτου λόχον , περὶ ποταμὸν Μολόεντα ἱδρυμένον Ἀργιόπιόν τε χῶρον καλεόμενον , τῇ καὶ Δήμητρος Ἐλευσινίης ἱρὸν ἧσται · ἀνέμενε δὲ τοῦδε εἵνεκα , ἵνα , ἢν μὴ ἀπολείπῃ τὸν χῶρον ἐν τῷ ἐτετάχατο Ἀμομφάρετός τε καὶ λόχος ἀλλ’ αὐτοῦ μένωσι , βοηθέοι ὀπίσω παρ’ ἐκείνους . Καὶ οἵ τε ἀμφὶ τὸν Ἀμομφάρετον παρεγίνοντό σφι καὶ ἵππος τῶν βαρβάρων προσέκειτο πᾶσα · οἱ γὰρ ἱππόται ἐποίευν οἷον καὶ ἐώθεσαν ποιέειν αἰεί , ἰδόντες δὲ τὸν χῶρον κεινὸν ἐν τῷ ἐτετάχατο οἱ Ἕλληνες τῇσι προτέρῃσι ἡμέρῃσι , ἤλαυνον τοὺς ἵππους αἰεὶ τὸ πρόσω καὶ ἅμα καταλαβόντες προσεκέατό σφι .