9.53 Ἀπικόμενοι δὲ ἔθεντο πρὸ τοῦ ἱροῦ τὰ ὅπλα . ? Καὶ οἱ μὲν περὶ τὸ Ἥραιον ἐστρατοπεδεύοντο . Παυσανίης δὲ ὁρῶν σφέας ἀπαλλασσομένους ἐκ τοῦ στρατοπέδου παρήγγελλε καὶ τοῖσι Λακεδαιμονίοισι ἀναλαβόντας τὰ ὅπλα ἰέναι κατὰ τοὺς ἄλλους τοὺς προϊόντας , νομίσας αὐτοὺς ἐς τὸν χῶρον ἰέναι ἐς τὸν συνεθήκαντο . Ἐνθαῦτα οἱ μὲν ἄλλοι ἄρτιοι ἦσαν τῶν ταξιάρχων πείθεσθαι Παυσανίῃ , Ἀμομφάρετος δὲ Πολιάδεω λοχηγέων τοῦ Πιτανήτεω λόχου οὐκ ἔφη τοὺς ξείνους φεύξεσθαι οὐδὲ ἑκὼν εἶναι αἰσχυνέειν τὴν Σπάρτην , ἐθώμαζέ τε ὁρῶν τὸ ποιεύμενον , ἅτε οὐ παραγενόμενος τῷ προτέρῳ λόγῳ . δὲ Παυσανίης τε καὶ Εὐρυάναξ δεινὸν μὲν ἐποιεῦντο τὸ μὴ πείθεσθαι ἐκεῖνον σφίσι , δεινότερον δὲ ἔτι , ἐκείνου ταῦτ’ ἀναινομένου , ἀπολιπεῖν τὸν λόχον τὸν Πιτανήτην , μή , ἢν ἀπολίπωσι ποιεῦντες τὰ συνεθήκαντο τοῖσι ἄλλοισι Ἕλλησι , ἀπόληται ὑπολειφθεὶς αὐτός τε Ἀμομφάρετος καὶ οἱ μετ’ αὐτοῦ · ταῦτα λογιζόμενοι ἀτρέμας εἶχον τὸ στρατόπεδον τὸ Λακωνικὸν καὶ ἐπειρῶντο πείθοντές μιν ὡς οὐ χρεὸν εἴη ταῦτα ποιέειν .
9.54 Καὶ οἱ μὲν παρηγορέοντο Ἀμομφάρετον μοῦνον Λακεδαιμονίων τε καὶ Τεγεητέων λελειμμένον , Ἀθηναῖοι δὲ ἐποίευν τοιάδε · εἶχον ἀτρέμας σφέας αὐτοὺς ἵνα ἐτάχθησαν , ἐπιστάμενοι τὰ Λακεδαιμονίων φρονήματα ὡς ἄλλα φρονεόντων καὶ ἄλλα λεγόντων . Ὡς δὲ ἐκινήθη τὸ στρατόπεδον , ἔπεμπον σφέων ἱππέα ὀψόμενόν τε εἰ πορεύεσθαι ἐπιχειροῖεν οἱ Σπαρτιῆται εἴτε καὶ τὸ παράπαν μὴ διανοεῦνται ἀπαλλάσσεσθαι , ἐπειρέσθαι τε Παυσανίην τὸ χρεὸν εἴη ποιέειν .