9.52 Ταῦτα βουλευσάμενοι κείνην μὲν τὴν ἡμέρην πᾶσαν προσκειμένης τῆς ἵππου εἶχον πόνον ἄτρυτον · ὡς δὲ τε ἡμέρη ἔληγε καὶ οἱ ἱππέες ἐπέπαυντο , νυκτὸς δὴ γινομένης καὶ ἐούσης τῆς ὥρης ἐς τὴν δὴ συνέκειτό σφι ἀπαλλάσσεσθαι , ἐνθαῦτα ἀερθέντες οἱ πολλοὶ ἀπαλλάσσοντο , ἐς μὲν τὸν χῶρον ἐς τὸν συνέκειτο οὐκ ἐν νόῳ ἔχοντες , οἱ δὲ ὡς ἐκινήθησαν , ἔφευγον ἄσμενοι τὴν ἵππον πρὸς τὴν Πλαταιέων πόλιν , φεύγοντες δὲ ἀπικνέονται ἐπὶ τὸ Ἥραιον · τὸ δὲ πρὸ τῆς πόλιός ἐστι τῆς Πλαταιέων , εἴκοσι σταδίους ἀπὸ τῆς κρήνης τῆς Γαργαφίης ἀπέχον .