9.48 Ἐπεὶ δὲ κατέστησαν ἐς τὰς ἀρχαίας τάξις , πέμψας Μαρδόνιος κήρυκα ἐς τοὺς Σπαρτιήτας ἔλεγε τάδε · ʹ Λακεδαιμόνιοι , ὑμεῖς δὴ λέγεσθε εἶναι ἄνδρες ἄριστοι ὑπὸ τῶν τῇδε ἀνθρώπων , ἐκπαγλεομένων ὡς οὔτε φεύγετε ἐκ πολέμου οὔτε τάξιν ἐκλείπετε , μένοντές τε ἀπόλλυτε τοὺς ἐναντίους αὐτοὶ ἀπόλλυσθε . Τῶν δ’ ἄρ’ ἦν οὐδὲν ἀληθές · πρὶν γὰρ συμμεῖξαι ἡμέας ἐς χειρῶν τε νόμον ἀπικέσθαι , καὶ δὴ φεύγοντας καὶ στάσιν ἐκλείποντας ὑμέας εἴδομεν , ἐν Ἀθηναίοισί τε τὴν πρόπειραν ποιευμένους αὐτούς τε ἀντία δούλων τῶν ἡμετέρων τασσομένους . Ταῦτα οὐδαμῶς ἀνδρῶν ἀγαθῶν ἔργα , ἀλλὰ πλεῖστον δὴ ἐν ὑμῖν ἐψεύσθημεν · προσδεκόμενοι γὰρ κατὰ κλέος ὡς δὴ πέμψετε ἐς ἡμέας κήρυκα προκαλεόμενοι καὶ βουλόμενοι μούνοισι Πέρσῃσι μάχεσθαι , ἄρτιοι ἐόντες ποιέειν ταῦτα οὐδὲν τοιοῦτο λέγοντας ὑμέας εὕρομεν ἀλλὰ πτώσσοντας μᾶλλον . Νῦν ὦν ἐπειδὴ οὐκ ὑμεῖς ἤρξατε τούτου τοῦ λόγου , ἀλλ’ ἡμεῖς ἄρχομεν . Τί δὴ οὐ πρὸ μὲν τῶν Ἑλλήνων ὑμεῖς , ἐπείτε δεδόξωσθε εἶναι ἄριστοι , πρὸ δὲ τῶν βαρβάρων ἡμεῖς , ἴσοι πρὸς ἴσους ἀριθμὸν ἐμαχεσάμεθα ; Καὶ ἢν μὲν δοκέῃ καὶ τοὺς ἄλλους μάχεσθαι , οἱ δ’ ὦν μετέπειτα μαχέσθων ὕστεροι · εἰ δὲ καὶ μὴ δοκέοι ἀλλ’ ἡμέας μούνους ἀποχρᾶν , ἡμεῖς δὲ διαμαχεσόμεθα · ὁκότεροι δ’ ἂν ἡμέων νικήσωσι , τούτους τῷ ἅπαντι στρατοπέδῳ νικᾶν . ʹ