9.49 μὲν ταῦτα εἴπας τε καὶ ἐπισχὼν χρόνον , ὥς οἱ οὐδεὶς οὐδὲν ὑπεκρίνετο , ἀπαλλάσσετο ὀπίσω , ἀπελθὼν δὲ ἐσήμαινε Μαρδονίῳ τὰ καταλαβόντα . δὲ περιχαρὴς γενόμενος καὶ ἐπαρθεὶς ψυχρῇ νίκῃ ἐπῆκε τὴν ἵππον ἐπὶ τοὺς Ἕλληνας . Ὡς δὲ ἐπήλασαν οἱ ἱππόται , ἐσίνοντο πᾶσαν τὴν στρατιὴν τὴν Ἑλληνικὴν ἐσακοντίζοντές τε καὶ ἐστοξεύοντες ὥστε ἱπποτοξόται τε ἐόντες καὶ προσφέρεσθαι ἄποροι · τήν τε κρήνην τὴν Γαργαφίην , ἀπ’ ἧς ὑδρεύετο πᾶν τὸ στράτευμα τὸ Ἑλληνικόν , συνετάραξαν καὶ συνέχωσαν . Ἦσαν μέν νυν κατὰ τὴν κρήνην Λακεδαιμόνιοι τεταγμένοι μοῦνοι , τοῖσι δὲ ἄλλοισι Ἕλλησι μὲν κρήνη πρόσω ἐγίνετο , ὡς ἕκαστοι ἔτυχον τεταγμένοι , δὲ Ἀσωπὸς ἀγχοῦ · ἐρυκόμενοι δὲ τοῦ Ἀσωποῦ οὕτω δὴ ἐπὶ τὴν κρήνην ἐφοίτων · ἀπὸ τοῦ ποταμοῦ γάρ σφι οὐκ ἐξῆν ὕδωρ φορέεσθαι ὑπό τε τῶν ἱππέων καὶ τοξευμάτων .
9.50 Τούτου δὲ τοιούτου γινομένου οἱ τῶν Ἑλλήνων στρατηγοί , ἅτε τοῦ τε ὕδατος στερηθείσης τῆς στρατιῆς καὶ ὑπὸ τῆς ἵππου ταρασσομένης , συνελέχθησαν περὶ αὐτῶν τε τούτων καὶ ἄλλων , ἐλθόντες παρὰ Παυσανίην ἐπὶ τὸ δεξιὸν κέρας · ἄλλα γὰρ τούτων τοιούτων ἐόντων μᾶλλόν σφεας ἐλύπεε · οὔτε γὰρ σιτία εἶχον ἔτι , οἵ τέ σφεων ὀπέωνες ἀποπεμφθέντες ἐς Πελοπόννησον ὡς ἐπισιτιεύμενοι ἀπεκεκληίατο ὑπὸ τῆς ἵππου , οὐ δυνάμενοι ἀπικέσθαι ἐς τὸ στρατόπεδον .