9.47 Ὡς δ’ ἤρεσκε ἀμφοτέροισι ταῦτα , ἠώς τε διέφαινε καὶ διαλλάσσοντο τὰς τάξις . Γνόντες δὲ οἱ Βοιωτοὶ τὸ ποιεύμενον ἐξαγορεύουσι Μαρδονίῳ · δ’ ἐπείτε ἤκουσε , αὐτίκα μετιστάναι καὶ αὐτὸς ἐπειρᾶτο , παράγων τοὺς Πέρσας κατὰ τοὺς Λακεδαιμονίους . Ὡς δὲ ἔμαθε τοῦτο τοιοῦτο γινόμενον Παυσανίης , γνοὺς ὅτι οὐ λανθάνει , ὀπίσω ἦγε τοὺς Σπαρτιήτας ἐπὶ τὸ δεξιὸν κέρας · ὣς δὲ αὕτως καὶ Μαρδόνιος ἐπὶ τὸ εὐώνυμον .