9.46 Οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἐλθόντες ἐπὶ τὸ δεξιὸν κέρας ἔλεγον Παυσανίῃ τά περ ἤκουσαν Ἀλεξάνδρου . δὲ τούτῳ τῷ λόγῳ καταρρωδήσας τοὺς Πέρσας ἔλεγε τάδε · ʹ Ἐπεὶ τοίνυν ἐς ἠῶ συμβολὴ γίνεται , ὑμέας μὲν χρεόν ἐστι τοὺς Ἀθηναίους στῆναι κατὰ τοὺς Πέρσας , ἡμέας δὲ κατὰ τοὺς Βοιωτούς τε καὶ τοὺς κατ’ ὑμέας τεταγμένους Ἑλλήνων , τῶνδε εἵνεκα · ὑμεῖς ἐπίστασθε τοὺς Μήδους καὶ τὴν μάχην αὐτῶν ἐν Μαραθῶνι μαχεσάμενοι , ἡμεῖς δὲ ἄπειροί τέ εἰμεν καὶ ἀδαέες τούτων τῶν ἀνδρῶν · Σπαρτιητέων γὰρ οὐδεὶς πεπείρηται Μήδων , ἡμεῖς δὲ Βοιωτῶν καὶ Θεσσαλῶν ἔμπειροί εἰμεν . Ἀλλ’ ἀναλαβόντας τὰ ὅπλα χρεόν ἐστι ἰέναι ὑμέας μὲν ἐς τόδε τὸ κέρας , ἡμέας δὲ ἐς τὸ εὐώνυμον . ʹ Πρὸς δὲ ταῦτα εἶπαν οἱ Ἀθηναῖοι τάδε · ʹ Καὶ αὐτοῖσι ἡμῖν πάλαι ἀπ’ ἀρχῆς , ἐπείτε εἴδομεν κατ’ ὑμέας τασσομένους τοὺς Πέρσας , ἐν νόῳ ἐγένετο εἰπεῖν ταῦτα τά περ ὑμεῖς φθάντες προφέρετε · ἀλλὰ γὰρ ἀρρωδέομεν μὴ ὑμῖν οὐκ ἡδέες γένωνται οἱ λόγοι . Ἐπεὶ δ’ ὦν αὐτοὶ ἐμνήσθητε , καὶ ἡδομένοισι ἡμῖν οἱ λόγοι γεγόνασι καὶ ἕτοιμοί εἰμεν ποιέειν ταῦτα . ʹ