9.45 Οἱ δὲ ἐπεὶ ταῦτα ἤκουσαν , αὐτίκα εἵποντο ἐς τὰς φυλακάς . Ἀπικομένοισι δὲ ἔλεγε Ἀλέξανδρος τάδε · ʹ Ἄνδρες Ἀθηναῖοι , παραθήκην ὑμῖν τὰ ἔπεα τάδε τίθεμαι , ἀπόρρητα ποιεύμενος πρὸς μηδένα λέγειν ὑμέας ἄλλον Παυσανίην , μή με καὶ διαφθείρητε · οὐ γὰρ ἂν ἔλεγον , εἰ μὴ μεγάλως ἐκηδόμην συναπάσης τῆς Ἑλλάδος · αὐτός τε γὰρ Ἕλλην γένος εἰμὶ τὠρχαῖον , καὶ ἀντ’ ἐλευθέρης δεδουλωμένην οὐκ ἂν ἐθέλοιμι ὁρᾶν τὴν Ἑλλάδα . Λέγω δὲ ὦν ὅτι Μαρδονίῳ τε καὶ τῇ στρατιῇ τὰ σφάγια οὐ δύναται καταθύμια γενέσθαι · πάλαι γὰρ ἂν ἐμάχεσθε · νῦν δέ οἱ δέδοκται τὰ μὲν σφάγια ἐᾶν χαίρειν , ἅμα ἡμέρῃ δὲ διαφωσκούσῃ συμβολὴν ποιέεσθαι · καταρρώδηκε γὰρ μὴ πλέονες συλλεχθῆτε , ὡς ἐγὼ εἰκάζω . Πρὸς ταῦτα ἑτοιμάζεσθε · ἢν δὲ ἄρα ὑπερβάληται τὴν συμβολὴν Μαρδόνιος καὶ μὴ ποιῆται , λιπαρέετε μένοντες · ὀλιγέων γάρ σφι ἡμερέων λείπεται σιτία . Ἢν δὲ ὑμῖν πόλεμος ὅδε κατὰ νόον τελευτήσῃ , μνησθῆναί τινα χρὴ καὶ ἐμέο ἐλευθερώσιος πέρι , ὃς Ἑλλήνων εἵνεκα ἔργον οὕτω παράβολον ἔργασμαι ὑπὸ προθυμίης , ἐθέλων ὑμῖν δηλῶσαι τὴν διάνοιαν τὴν Μαρδονίου , ἵνα μὴ ἐπιπέσωσι ὑμῖν ἐξαίφνης οἱ βάρβαροι μὴ προσδεκομένοισί κω . Εἰμὶ δὲ Ἀλέξανδρος Μακεδών . ʹ μὲν ταῦτα εἴπας ἀπήλαυνε ὀπίσω ἐς τὸ στρατόπεδον καὶ τὴν ἑωυτοῦ τάξιν . ʹ