9.43 Τοῦτον δ’ ἔγωγε τὸν χρησμόν , τὸν Μαρδόνιος εἶπε ἐς Πέρσας ἔχειν , ἐς Ἰλλυριούς τε καὶ τὸν Ἐγχελέων στρατὸν οἶδα πεποιημένον , ἀλλ’ οὐκ ἐς Πέρσας . Ἀλλὰ τὰ μὲν Βάκιδι ἐς ταύτην τὴν μάχην ἐστὶ πεποιημένα , ʹ τὴν δ’ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ Ἑλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν , τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τε τοξοφόρων Μήδων , ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ ʹ , ταῦτα μὲν καὶ παραπλήσια τούτοισι ἄλλα Μουσαίου ἔχοντα οἶδα ἐς Πέρσας . δὲ Θερμώδων ποταμὸς ῥέει μεταξὺ Τανάγρης τε καὶ Γλίσαντος .
9.44 Μετὰ δὲ τὴν ἐπειρώτησιν τῶν χρησμῶν καὶ παραίνεσιν τὴν ἐκ Μαρδονίου νύξ τε ἐγίνετο καὶ ἐς φυλακὰς ἐτάσσοντο . Ὡς δὲ πρόσω τῆς νυκτὸς προελήλατο καὶ ἡσυχίη τε ἐδόκεε εἶναι ἀνὰ τὰ στρατόπεδα καὶ μάλιστα οἱ ἄνθρωποι εἶναι ἐν ὕπνῳ , τηνικαῦτα προσελάσας ἵππῳ πρὸς τὰς φυλακὰς τὰς Ἀθηναίων Ἀλέξανδρος Ἀμύντεω , στρατηγός τε ἐὼν καὶ βασιλεὺς Μακεδόνων , ἐδίζητο τοῖσι στρατηγοῖσι ἐς λόγους ἐλθεῖν . Τῶν δὲ φυλάκων οἱ μὲν πλέονες παρέμενον , οἱ δ’ ἔθεον ἐπὶ τοὺς στρατηγούς , ἐλθόντες δὲ ἔλεγον ὡς ἄνθρωπος ἥκοι ἐπ’ ἵππου ἐκ τοῦ στρατοπέδου τοῦ Μήδων , ὃς ἄλλο μὲν οὐδὲν παραγυμνοῖ ἔπος , στρατηγοὺς δὲ ὀνομάζων ἐθέλειν φησὶ ἐς λόγους ἐλθεῖν .