1.129 Ἐόντι δὲ αἰχμαλώτῳ τῷ Ἀστυάγεϊ προσστὰς Ἅρπαγος κατέχαιρέ τε καὶ κατεκερτόμεε , καὶ ἄλλα λέγων ἐς αὐτὸν θυμαλγέα ἔπεα καὶ δὴ καὶ εἴρετό μιν πρὸς τὸ ἑωυτοῦ δεῖπνον , τό μιν ἐκεῖνος σαρξὶ τοῦ παιδὸς ἐθοίνησε , τι εἴη ἐκείνου δουλοσύνη ἀντὶ τῆς βασιληίης . δέ μιν προσιδὼν ἀντείρετο εἰ ἑωυτοῦ ποιέεται τὸ Κύρου ἔργον . Ἅρπαγος δὲ ἔφη , αὐτὸς γὰρ γράψαι , τὸ πρῆγμα ἑωυτοῦ δὴ δικαίως εἶναι . Ἀστυάγης δέ μιν ἀπέφαινε τῷ λόγῳ σκαιότατόν τε καὶ ἀδικώτατον ἐόντα πάντων ἀνθρώπων , σκαιότατον μέν γε , εἰ παρεὸν αὐτῷ βασιλέα γενέσθαι , εἰ δὴ δι’ ἑωυτοῦ γε ἐπρήχθη τὰ παρεόντα , ἄλλῳ περιέθηκε τὸ κράτος , ἀδικώτατον δέ , ὅτι τοῦ δείπνου εἵνεκεν Μήδους κατεδούλωσε · εἰ γὰρ δὴ δεῖν πάντως περιθεῖναι ἄλλῳ τέῳ τὴν βασιληίην καὶ μὴ αὐτὸν ἔχειν , δικαιότερον εἶναι Μήδων τέῳ περιβαλεῖν τοῦτο τὸ ἀγαθὸν Περσέων · νῦν δὲ Μήδους μὲν ἀναιτίους τούτου ἐόντας δούλους ἀντὶ δεσποτέων γεγονέναι , Πέρσας δὲ δούλους ἐόντας τὸ πρὶν Μήδων νῦν γεγονέναι δεσπότας .