9.42 Τούτου δὲ οὕτω δικαιοῦντος ἀντέλεγε οὐδείς , ὥστε ἐκράτεε τῇ γνώμῃ · τὸ γὰρ κράτος εἶχε τῆς στρατιῆς οὗτος ἐκ βασιλέος , ἀλλ’ οὐκ Ἀρτάβαζος . Μεταπεμψάμενος ὦν τοὺς ταξιάρχους τῶν τελέων καὶ τῶν μετ’ ἑωυτοῦ ἐόντων Ἑλλήνων τοὺς στρατηγοὺς εἰρώτα εἴ τι εἰδεῖεν λόγιον περὶ Περσέων ὡς διαφθερέονται ἐν τῇ Ἑλλάδι . Σιγώντων δὲ τῶν ἐπικλήτων , τῶν μὲν οὐκ εἰδότων τοὺς χρησμούς , τῶν δὲ εἰδότων μέν , ἐν ἀδείῃ δὲ οὐ ποιευμένων τὸ λέγειν , αὐτὸς τε Μαρδόνιος ἔλεγε · ʹ Ἐπεὶ τοίνυν ὑμεῖς ἴστε οὐδὲν οὐ τολμᾶτε λέγειν , ἀλλ’ ἐγὼ ἐρέω ὡς εὖ ἐπιστάμενος . Ἔστι λόγιον ὡς χρεόν ἐστι Πέρσας ἀπικομένους ἐς τὴν Ἑλλάδα διαρπάσαι τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι , μετὰ δὲ τὴν διαρπαγὴν ἀπολέσθαι πάντας . Ἡμεῖς τοίνυν αὐτὸ τοῦτο ἐπιστάμενοι οὔτε ἴμεν ἐπὶ τὸ ἱρὸν τοῦτο οὔτε ἐπιχειρήσομεν διαρπάζειν , ταύτης τε εἵνεκα τῆς αἰτίης οὐκ ἀπολεόμεθα . Ὥστε ὑμέων ὅσοι τυγχάνουσι εὔνοοι ἐόντες Πέρσῃσι , ἥδεσθε τοῦδε εἵνεκα , ὡς περιεσομένους ἡμέας Ἑλλήνων . ʹ Ταῦτά σφι εἴπας δεύτερα ἐσήμηνε παραρτέεσθαί τε πάντα καὶ εὐκρινέα ποιέεσθαι ὡς ἅμα ἡμέρῃ τῇ ἐπιούσῃ συμβολῆς ἐσομένης .