9.41 Μέχρι μέν νυν τῶν δέκα ἡμερέων οὐδὲν ἐπὶ πλέον ἐγίνετο τούτων . Ὡς δὲ ἑνδεκάτη ἐγεγόνεε ἡμέρη ἀντικατημένοισι ἐν Πλαταιῇσι , οἵ τε δὴ Ἕλληνες πολλῷ πλέονες ἐγεγόνεσαν καὶ Μαρδόνιος περιημέκτεε τῇ ἕδρῃ , ἐνθαῦτα ἐς λόγους ἦλθον Μαρδόνιός τε Γωβρύεω καὶ Ἀρτάβαζος Φαρνάκεος , ὃς ἐν ὀλίγοισι Περσέων ἦν ἀνὴρ δόκιμος παρὰ Ξέρξῃ . Βουλευομένων δὲ αἵδε ἦσαν αἱ γνῶμαι , μὲν γὰρ Ἀρταβάζου ʹ ὡς χρεὸν εἴη ἀναζεύξαντας τὴν ταχίστην πάντα τὸν στρατὸν ἰέναι ἐς τὸ τεῖχος τὸ Θηβαίων , ἔνθα σῖτόν τέ σφι ἐσενηνεῖχθαι πολλὸν καὶ χόρτον τοῖσι ὑποζυγίοισι , κατ’ ἡσυχίην τε ἱζομένους διαπρήσσεσθαι ποιεῦντας τάδε · ἔχειν γὰρ χρυσὸν πολλὸν μὲν ἐπίσημον , πολλὸν δὲ καὶ ἄσημον , πολλὸν δὲ ἄργυρόν τε καὶ ἐκπώματα · τούτων φειδομένους μηδενὸς διαπέμπειν ἐς τοὺς Ἕλληνας , Ἑλλήνων δὲ μάλιστα ἐς τοὺς προεστεῶτας ἐν τῇσι πόλισι , καὶ ταχέως σφέας παραδώσειν τὴν ἐλευθερίην , μηδὲ ἀνακινδυνεύειν συμβάλλοντας . ʹ Τούτου μὲν αὐτὴ ἐγίνετο καὶ Θηβαίων γνώμη , ὡς προειδότος πλέον τι καὶ τούτου , Μαρδονίου δὲ ἰσχυροτέρη τε καὶ ἀγνωμονεστέρη καὶ οὐδαμῶς συγγινωσκομένη · ʹ δοκέειν τε γὰρ πολλῷ κρέσσω εἶναι τὴν σφετέρην στρατιὴν τῆς Ἑλληνικῆς , συμβάλλειν τε τὴν ταχίστην μηδὲ περιορᾶν συλλεγομένους ἔτι πλέονας τῶν συλλελεγμένων , τά τε σφάγια τὰ Ἡγησιστράτου ἐᾶν χαίρειν μηδὲ βιάζεσθαι , ἀλλὰ νόμῳ τῷ Περσέων χρεωμένους συμβάλλειν . ʹ