9.40 Μετὰ δὲ τοῦτο τὸ ἔργον ἑτέρας δύο ἡμέρας διέτριψαν , οὐδέτεροι βουλόμενοι μάχης ἄρξαι · μέχρι μὲν γὰρ τοῦ Ἀσωποῦ ἐπήισαν οἱ βάρβαροι πειρώμενοι τῶν Ἑλλήνων , διέβαινον δὲ οὐδέτεροι . μέντοι ἵππος Μαρδονίου αἰεὶ προσέκειτό τε καὶ ἐλύπεε τοὺς Ἕλληνας · οἱ γὰρ Θηβαῖοι , ἅτε μηδίζοντες μεγάλως , προθύμως ἔφερον τὸν πόλεμον καὶ αἰεὶ κατηγέοντο μέχρι μάχης , τὸ δὲ ἀπὸ τούτου παραδεκόμενοι Πέρσαι τε καὶ Μῆδοι μάλα ἔσκον οἳ ἀπεδείκνυντο ἀρετάς .