9.38 μέν τοι θάνατος Ἡγησιστράτου ὕστερον ἐγένετο τῶν Πλαταιικῶν . Τότε δὲ ἐπὶ τῷ Ἀσωπῷ Μαρδονίῳ μεμισθωμένος οὐκ ὀλίγου ἐθύετό τε καὶ προεθυμέετο κατά τε τὸ ἔχθος τὸ Λακεδαιμονίων καὶ κατὰ τὸ κέρδος . ? Ὡς δὲ οὐκ ἐκαλλιέρεε ὥστε μάχεσθαι οὔτε αὐτοῖσι Πέρσῃσι οὔτε τοῖσι μετ’ ἐκείνων ἐοῦσι Ἑλλήνων εἶχον γὰρ καὶ οὗτοι ἐπ’ ἑωυτῶν μάντιν Ἱππόμαχον Λευκάδιον ἄνδρα , ἐπιρρεόντων δὲ τῶν Ἑλλήνων καὶ γινομένων πλεόνων Τιμηγενίδης Ἕρπυος ἀνὴρ Θηβαῖος συνεβούλευσε Μαρδονίῳ τὰς ἐκβολὰς τοῦ Κιθαιρῶνος φυλάξαι , λέγων ὡς ἐπιρρέουσι οἱ Ἕλληνες αἰεὶ ἀνὰ πᾶσαν ἡμέρην καὶ ὡς ἀπολάμψοιτο συχνούς .
9.39 Ἡμέραι δέ σφι ἀντικατημένοισι ἤδη ἐγεγόνεσαν ὀκτώ , ὅτε ταῦτα ἐκεῖνος συνεβούλευε Μαρδονίῳ · δὲ μαθὼν τὴν παραίνεσιν εὖ ἔχουσαν , ὡς εὐφρόνη ἐγένετο , πέμπει τὴν ἵππον ἐς τὰς ἐκβολὰς τὰς Κιθαιρωνίδας αἳ ἐπὶ Πλαταιέων φέρουσι , τὰς Βοιωτοὶ μὲν Τρεῖς Κεφαλὰς καλέουσι , Ἀθηναῖοι δὲ Δρυὸς Κεφαλάς . Πεμφθέντες δὲ οἱ ἱππόται οὐ μάτην ἀπίκοντο · ἐσβάλλοντα γὰρ ἐς τὸ πεδίον λαμβάνουσι ὑποζύγιά τε πεντακόσια , σιτία ἄγοντα ἀπὸ Πελοποννήσου ἐς τὸ στρατόπεδον , καὶ ἀνθρώπους οἳ εἵποντο τοῖσι ζεύγεσι . Ἑλόντες δὲ ταύτην τὴν ἄγρην οἱ Πέρσαι ἀφειδέως ἐφόνευον , οὐ φειδόμενοι οὔτε ὑποζυγίου οὐδενὸς οὔτε ἀνθρώπου · ὡς δὲ ἄδην εἶχον κτείνοντες , τὰ λοιπὰ αὐτῶν ἤλαυνον περιβαλόμενοι παρά τε Μαρδόνιον καὶ ἐς τὸ στρατόπεδον .