9.37 Μαρδονίῳ δὲ προθυμεομένῳ μάχης ἄρχειν οὐκ ἐπιτήδεα ἐγίνετο τὰ ἱρά , ἀμυνομένῳ δὲ καὶ τούτῳ καλά . Καὶ γὰρ οὗτος Ἑλληνικοῖσι ἱροῖσι ἐχρᾶτο , μάντιν ἔχων Ἡγησίστρατον , ἄνδρα Ἠλεῖόν τε καὶ τῶν Τελλιαδέων ἐόντα λογιμώτατον , τὸν δὴ πρότερον τούτων Σπαρτιῆται λαβόντες ἔδησαν ἐπὶ θανάτῳ ὡς πεπονθότες πολλά τε καὶ ἀνάρσια ὑπ’ αὐτοῦ . δὲ ἐν τούτῳ τῷ κακῷ ἐχόμενος , ὥστε τρέχων περὶ τῆς ψυχῆς πρό τε τοῦ θανάτου πεισόμενος πολλά τε καὶ λυγρά , ἔργον ἐργάσατο μέζον λόγου . Ὡς γὰρ δὴ ἐδέδετο ἐν ξύλῳ σιδηροδέτῳ , ἐσενειχθέντος κως σιδηρίου ἐκράτησε , αὐτίκα δὲ ἐμηχανᾶτο ἀνδρηιότατον ἔργον πάντων τῶν ἡμεῖς ἴδμεν · σταθμωσάμενος γὰρ ὅκως ἐξελεύσεταί οἱ τὸ λοιπὸν τοῦ ποδός , ἀπέταμε τὸν ταρσὸν ἑωυτοῦ . Ταῦτα δὲ ποιήσας , ὥστε φυλασσόμενος ὑπὸ φυλάκων , διορύξας τὸν τοῖχον ἀπέδρη ἐς Τεγέην , τὰς μὲν νύκτας πορευόμενος , τὰς δὲ ἡμέρας καταδύνων ἐς ὕλην καὶ αὐλιζόμενος . Οὕτω ὥστε Λακεδαιμονίων πανδημεὶ διζημένων τρίτῃ εὐφρόνῃ γενέσθαι ἐν Τεγέῃ , τοὺς δὲ ἐν θώματι μεγάλῳ ἐνέχεσθαι τῆς τε τόλμης , ὁρῶντας τὸ ἡμίτομον τοῦ ποδὸς κείμενον κἀκεῖνον οὐ δυναμένους εὑρεῖν . Τότε μὲν οὕτω διαφυγὼν Λακεδαιμονίους καταφεύγει ἐς Τεγέην , ἐοῦσαν οὐκ ἀρθμίην Λακεδαιμονίοισι τοῦτον τὸν χρόνον · ὑγιὴς δὲ γενόμενος καὶ προσποιησάμενος ξύλινον πόδα κατεστήκεε ἐκ τῆς ἰθέης Λακεδαιμονίοισι πολέμιος · οὐ μέντοι ἔς γε τέλος οἱ συνήνεικε τὸ ἔχθος τὸ ἐς Λακεδαιμονίους συγκεκρημένον · ἥλω γὰρ μαντευόμενος ἐν Ζακύνθῳ ὑπ’ αὐτῶν καὶ ἀπέθανε .