9.36 Οὗτος δὴ τότε τοῖσι Ἕλλησι Τεισαμενὸς ἀγόντων τῶν Σπαρτιητέων ἐμαντεύετο ἐν τῇ Πλαταιίδι . Τοῖσι μέν νυν Ἕλλησι καλὰ ἐγίνετο τὰ ἱρὰ ἀμυνομένοισι , διαβᾶσι δὲ τὸν Ἀσωπὸν καὶ μάχης ἄρχουσι οὔ ·