9.34 Ταῦτα δὲ λέγων οὗτος ἐμιμέετο Μελάμποδα , ὡς εἰκάσαι βασιληίην τε καὶ πολιτηίην αἰτεομένους . Καὶ γὰρ δὴ καὶ Μελάμπους τῶν ἐν Ἄργεϊ γυναικῶν μανεισέων , ὥς μιν οἱ Ἀργεῖοι ἐμισθοῦντο ἐκ Πύλου παῦσαι τὰς σφετέρας γυναῖκας τῆς νούσου , μισθὸν προετείνατο τῆς βασιληίης τὸ ἥμισυ . Οὐκ ἀνασχομένων δὲ τῶν Ἀργείων ἀλλ’ ἀπιόντων , ὡς ἐμαίνοντο πολλῷ πλεῦνες τῶν γυναικῶν , οὕτω δὴ ὑποστάντες τὰ Μελάμπους προετείνατο ἤισαν δώσοντές οἱ ταῦτα . δὲ ἐνθαῦτα δὴ ἐπορέγεται ὁρῶν αὐτοὺς τετραμμένους , φάς , ἢν μὴ καὶ τῷ ἀδελφεῷ Βίαντι μεταδῶσι τὸ τριτημόριον τῆς βασιληίης , οὐ ποιήσειν τὰ βούλονται . Οἱ δὲ Ἀργεῖοι ἀπειληθέντες ἐς στεινὸν καταινέουσι καὶ ταῦτα .
9.35 Ὣς δὲ καὶ Σπαρτιῆται , ἐδέοντο γὰρ δεινῶς τοῦ Τεισαμενοῦ , πάντως συνεχώρεόν οἱ . Συγχωρησάντων δὲ καὶ ταῦτα τῶν Σπαρτιητέων , οὕτω δὴ πέντε σφι μαντευόμενος ἀγῶνας τοὺς μεγίστους Τεισαμενὸς Ἠλεῖος , γενόμενος Σπαρτιήτης , συγκαταιρέει . Μοῦνοι δὲ δὴ πάντων ἀνθρώπων ἐγένοντο οὗτοι Σπαρτιήτῃσι πολιῆται . Οἱ δὲ πέντε ἀγῶνες οἵδε ἐγένοντο , εἷς μὲν καὶ πρῶτος οὗτος ἐν Πλαταιῇσι , ἐπὶ δὲ ἐν Τεγέῃ πρὸς Τεγεήτας τε καὶ Ἀργείους γενόμενος , μετὰ δὲ ἐν Διπαιεῦσι πρὸς Ἀρκάδας πάντας πλὴν Μαντινέων , ἐπὶ δὲ Μεσσηνίων πρὸς Ἰσθμῷ , ὕστατος δὲ ἐν Τανάγρῃ πρὸς Ἀθηναίους τε καὶ Ἀργείους γενόμενος · οὗτος δὲ ὕστατος κατεργάσθη τῶν πέντε ἀγώνων .