9.33 Ὡς δὲ ἄρα πάντες οἱ ἐτετάχατο κατὰ τε ἔθνεα καὶ κατὰ τέλεα , ἐνθαῦτα τῇ δευτέρῃ ἡμέρῃ ἐθύοντο καὶ ἀμφότεροι . Ἕλλησι μὲν Τεισαμενὸς Ἀντιόχου ἦν θυόμενος · οὗτος γὰρ δὴ εἵπετο τῷ στρατεύματι τούτῳ μάντις · τὸν ἐόντα Ἠλεῖον καὶ γένεος τοῦ Ἰαμιδέων Κλυτιάδην Λακεδαιμόνιοι ἐποιήσαντο λεωσφέτερον . Τεισαμενῷ γὰρ μαντευομένῳ ἐν Δελφοῖσι περὶ γόνου ἀνεῖλε Πυθίη ἀγῶνας τοὺς μεγίστους ἀναιρήσεσθαι πέντε . μὲν δὴ ἁμαρτὼν τοῦ χρηστηρίου προσεῖχε γυμνασίοισι ὡς ἀναιρησόμενος γυμνικοὺς ἀγῶνας , ἀσκέων δὲ πεντάεθλον παρὰ ἓν πάλαισμα ἔδραμε νικᾶν ὀλυμπιάδα , Ἱερωνύμῳ τῷ Ἀνδρίῳ ἐλθὼν ἐς ἔριν . Λακεδαιμόνιοι δὲ μαθόντες οὐκ ἐς γυμνικοὺς ἀλλ’ ἐς ἀρηίους ἀγῶνας φέρον τὸ Τεισαμενοῦ μαντήιον , μισθῷ ἐπειρῶντο πείσαντες Τεισαμενὸν ποιέεσθαι ἅμα Ἡρακλειδέων τοῖσι βασιλεῦσι ἡγεμόνα τῶν πολέμων . δὲ ὁρῶν περὶ πολλοῦ ποιευμένους Σπαρτιήτας φίλον αὐτὸν προσθέσθαι , μαθὼν τοῦτο ἀνετίμα σημαίνων σφι ὡς ἤν μιν πολιήτην σφέτερον ποιήσωνται τῶν πάντων μεταδιδόντες , ποιήσει ταῦτα , ἐπ’ ἄλλῳ μισθῷ δ’ οὔ . Σπαρτιῆται δὲ πρῶτα μὲν ἀκούσαντες δεινὰ ἐποιεῦντο καὶ μετίεσαν τῆς χρησμοσύνης τὸ παράπαν , τέλος δέ , δείματος μεγάλου ἐπικρεμαμένου τοῦ Περσικοῦ τούτου στρατεύματος , καταίνεον μετιόντες . δὲ γνοὺς τετραμμένους σφέας οὐδ’ οὕτω ἔτι ἔφη ἀρκέεσθαι τούτοισι μούνοισι , ἀλλὰ δεῖν ἔτι καὶ τὸν ἀδελφεὸν ἑωυτοῦ Ἡγίην γίνεσθαι Σπαρτιήτην ἐπὶ τοῖσι αὐτοῖσι λόγοισι τοῖσι καὶ αὐτὸς γίνεται .