9.32 Ταῦτα μὲν τῶν ἐθνέων τὰ μέγιστα ὠνόμασται τῶν ὑπὸ Μαρδονίου ταχθέντων , τά περ ἐπιφανέστατά τε ἦν καὶ λόγου πλείστου . Ἐνῆσαν δὲ καὶ ἄλλων ἐθνέων ἄνδρες ἀναμεμιγμένοι , Φρυγῶν τε καὶ Μυσῶν καὶ Θρηίκων τε καὶ Παιόνων καὶ τῶν ἄλλων , ἐν δὲ καὶ Αἰθιόπων τε καὶ Αἰγυπτίων οἵ τε Ἑρμοτύβιες καὶ οἱ Καλασίριες καλεόμενοι μαχαιροφόροι , οἵ περ εἰσὶ Αἰγυπτίων μοῦνοι μάχιμοι · τούτους δὲ ἔτι ἐν Φαλήρῳ ἐὼν ἀπὸ τῶν νεῶν ἀπεβιβάσατο , ἐόντας ἐπιβάτας · οὐ γὰρ ἐτάχθησαν ἐς τὸν πεζὸν τὸν ἅμα Ξέρξῃ ἀπικόμενον ἐς Ἀθήνας Αἰγύπτιοι . Τῶν μὲν δὴ βαρβάρων ἦσαν τριήκοντα μυριάδες , ὡς καὶ πρότερον δεδήλωται · τῶν δὲ Ἑλλήνων τῶν Μαρδονίου συμμάχων οἶδε μὲν οὐδεὶς ἀριθμόν οὐ γὰρ ὦν ἠριθμήθησαν , ὡς δὲ ἐπεικάσαι , ἐς πέντε μυριάδας συλλεγῆναι εἰκάζω . Οὗτοι οἱ παραταχθέντες πεζοὶ ἦσαν , δὲ ἵππος χωρὶς ἐτέτακτο .