9.31 Οὗτοι μέν νυν ταχθέντες ἐπὶ τῷ Ἀσωπῷ ἐστρατοπεδεύοντο . ? Οἱ δὲ ἀμφὶ Μαρδόνιον βάρβαροι ὡς ἀπεκήδευσαν Μασίστιον , παρῆσαν , πυθόμενοι τοὺς Ἕλληνας εἶναι ἐν Πλαταιῇσι , καὶ αὐτοὶ ἐπὶ τὸν Ἀσωπὸν τὸν ταύτῃ ῥέοντα . Ἀπικόμενοι δὲ ἀντετάσσοντο ὧδε ὑπὸ Μαρδονίου . Κατὰ μὲν Λακεδαιμονίους ἔστησε Πέρσας . Καὶ δὴ πολλὸν γὰρ περιῆσαν πλήθεϊ οἱ Πέρσαι , ἐπί τε τάξις πλέονας ἐκεκοσμέατο καὶ ἐπεῖχον καὶ τοὺς Τεγεήτας . Ἔταξε δὲ οὕτω · τι μὲν ἦν αὐτῶν δυνατώτατον πᾶν ἀπολέξας ἔστησε ἀντίον Λακεδαιμονίων , τὸ δὲ ἀσθενέστερον παρέταξε κατὰ τοὺς Τεγεήτας . Ταῦτα δ’ ἐποίεε φραζόντων τε καὶ διδασκόντων Θηβαίων . Περσέων δὲ ἐχομένους ἔταξε Μήδους · οὗτοι δὲ ἐπέσχον Κορινθίους τε καὶ Ποτειδαιήτας καὶ Ὀρχομενίους τε καὶ Σικυωνίους . Μήδων δὲ ἐχομένους ἔταξε Βακτρίους · οὗτοι δὲ ἐπέσχον Ἐπιδαυρίους τε καὶ Τροιζηνίους καὶ Λεπρεήτας τε καὶ Τιρυνθίους καὶ Μυκηναίους τε καὶ Φλειασίους . Μετὰ δὲ Βακτρίους ἔστησε Ἰνδούς · οὗτοι δὲ ἐπέσχον Ἑρμιονέας τε καὶ Ἐρετριέας καὶ Στυρέας τε καὶ Χαλκιδέας . Ἰνδῶν δὲ ἐχομένους Σάκας ἔταξε , οἳ ἐπέσχον Ἀμπρακιώτας τε καὶ Ἀνακτορίους καὶ Λευκαδίους τε καὶ Παλέας καὶ Αἰγινήτας . Σακέων δὲ ἐχομένους ἔταξε ἀντία Ἀθηναίων τε καὶ Πλαταιέων καὶ Μεγαρέων Βοιωτούς τε καὶ Λοκροὺς καὶ Μηλιέας τε καὶ Θεσσαλοὺς καὶ Φωκέων τοὺς χιλίους · οὐ γὰρ ὦν ἅπαντες οἱ Φωκέες ἐμήδιζον , ἀλλά τινες αὐτῶν καὶ τὰ Ἑλλήνων ηὖξον περὶ τὸν Παρνησσὸν κατειλημένοι , καὶ ἐνθεῦτεν ὁρμώμενοι ἔφερόν τε καὶ ἦγον τήν τε Μαρδονίου στρατιὴν καὶ τοὺς μετ’ αὐτοῦ ἐόντας Ἑλλήνων . Ἔταξε δὲ καὶ Μακεδόνας τε καὶ τοὺς περὶ Θεσσαλίην οἰκημένους κατὰ τοὺς Ἀθηναίους .