1.127 Πέρσαι μέν νυν προστάτεω ἐπιλαβόμενοι ἄσμενοι ἐλευθεροῦντο , καὶ πάλαι δεινὸν ποιεύμενοι ὑπὸ Μήδων ἄρχεσθαι . Ἀστυάγης δὲ ὡς ἐπύθετο Κῦρον ταῦτα πρήσσοντα , πέμψας ἄγγελον ἐκάλεε αὐτόν . δὲ Κῦρος ἐκέλευε τὸν ἄγγελον ἀπαγγέλλειν ὅτι πρότερον ἥξει παρ’ ἐκεῖνον Ἀστυάγης αὐτὸς βουλήσεται . Ἀκούσας δὲ ταῦτα Ἀστυάγης Μήδους τε ὥπλισε πάντας καὶ στρατηγὸν αὐτῶν ὥστε θεοβλαβὴς ἐὼν Ἅρπαγον ἀπέδεξε , λήθην ποιεύμενος τά μιν ἐόργεε . Ὡς δὲ οἱ Μῆδοι στρατευσάμενοι τοῖσι Πέρσῃσι συνέμισγον , οἱ μέν τινες αὐτῶν ἐμάχοντο , ὅσοι μὴ τοῦ λόγου μετέσχον , οἱ δὲ αὐτομόλεον πρὸς τοὺς Πέρσας , οἱ δὲ πλεῖστοι ἐθελοκάκεόν τε καὶ ἔφευγον .
1.128 Διαλυθέντος δὲ τοῦ Μηδικοῦ στρατεύματος αἰσχρῶς , ὡς ἐπύθετο τάχιστα Ἀστυάγης , ἔφη ἀπειλέων τῷ Κύρῳ · ʹ Ἀλλ’ οὐδ’ ὣς Κῦρός γε χαιρήσει . ʹ Τοσαῦτα εἴπας πρῶτον μὲν τῶν μάγων τοὺς ὀνειροπόλους , οἵ μιν ἀνέγνωσαν μετεῖναι τὸν Κῦρον , τούτους ἀνεσκολόπισε , μετὰ δὲ ὥπλισε τοὺς ὑπολειφθέντας ἐν τῷ ἄστεϊ τῶν Μήδων , νέους τε καὶ πρεσβύτας ἄνδρας . Ἐξαγαγὼν δὲ τούτους καὶ συμβαλὼν τοῖσι Πέρσῃσι ἑσσώθη , καὶ αὐτός τε Ἀστυάγης ἐζωγρήθη καὶ τοὺς ἐξήγαγε τῶν Μήδων ἀπέβαλε .