9.25 Οἱ μέν νυν βάρβαροι τρόπῳ τῷ σφετέρῳ ἐτίμων ἀποθανόντα Μασίστιον · οἱ δὲ Ἕλληνες , ὡς τὴν ἵππον ἐδέξαντο προσβάλλουσαν καὶ δεξάμενοι ὤσαντο , ἐθάρσησαν πολλῷ μᾶλλον . Καὶ πρῶτα μὲν ἐς ἅμαξαν ἐσθέντες τὸν νεκρὸν παρὰ τὰς τάξις ἐκόμιζον · δὴ νεκρὸς ἦν θέης ἄξιος μεγάθεος εἵνεκα καὶ κάλλεος · τῶν δὲ εἵνεκα καὶ ταῦτα ἐποίευν · ἐκλείποντες τὰς τάξις ἐφοίτων θεησόμενοι Μασίστιον . Μετὰ δὲ ἔδοξέ σφι ἐπικαταβῆναι ἐς Πλαταιάς · γὰρ χῶρος ἐφαίνετο πολλῷ ἐὼν ἐπιτηδεότερός σφι ἐνστρατοπεδεύεσθαι Πλαταιικὸς τοῦ Ἐρυθραίου τά τε ἄλλα καὶ εὐυδρότερος . Ἐς τοῦτον δὴ τὸν χῶρον καὶ ἐπὶ τὴν κρήνην τὴν Γαργαφίην τὴν ἐν τῷ χώρῳ τούτῳ ἐοῦσαν ἔδοξέ σφι χρεὸν εἶναι ἀπικέσθαι καὶ διαταχθέντας στρατοπεδεύεσθαι . Ἀναλαβόντες δὲ τὰ ὅπλα ἤισαν διὰ τῆς ὑπωρείης τοῦ Κιθαιρῶνος παρὰ Ὑσιὰς ἐς τὴν Πλαταιίδα γῆν , ἀπικόμενοι δὲ ἐτάσσοντο κατὰ ἔθνεα πλησίον τῆς τε κρήνης τῆς Γαργαφίης καὶ τοῦ τεμένεος τοῦ Ἀνδροκράτεος τοῦ ἥρωος διὰ ὄχθων τε οὐκ ὑψηλῶν καὶ ἀπέδου χώρου . .