9.23 Ἰδόντες δὲ οἱ Ἀθηναῖοι οὐκέτι κατὰ τέλεα προσελαύνοντας τοὺς ἱππέας ἀλλ’ ἅμα πάντας , τὴν ἄλλην στρατιὴν ἐπεβώσαντο . Ἐν δὲ πεζὸς ἅπας ἐπεβοήθεε , ἐν τούτῳ μάχη ὀξέα περὶ τοῦ νεκροῦ ἐγίνετο · ἕως μέν νυν μοῦνοι ἦσαν οἱ τριηκόσιοι , ἑσσοῦντό τε πολλὸν καὶ τὸν νεκρὸν ἀπέλειπον · ὡς δέ σφι τὸ πλῆθος ἐπεβοήθησε , οὕτω δὴ οὐκέτι οἱ ἱππόται ὑπέμενον , οὐδέ σφι ἐξεγένετο τὸν νεκρὸν ἀνελέσθαι , ἀλλὰ πρὸς ἐκείνῳ ἄλλους προσαπώλεσαν τῶν ἱππέων . Ἀποστάντες ὦν ὅσον τε δύο στάδια ἐβουλεύοντο τι χρεὸν εἴη ποιέειν · ἐδόκεε δέ σφι ἀναρχίης ἐούσης ἀπελαύνειν παρὰ Μαρδόνιον . .
9.24 Ἀπικομένης δὲ τῆς ἵππου ἐς τὸ στρατόπεδον πένθος ἐποιήσαντο Μασιστίου πᾶσά τε στρατιὴ καὶ Μαρδόνιος μέγιστον , σφέας τε αὐτοὺς κείροντες καὶ τοὺς ἵππους καὶ τὰ ὑποζύγια οἰμωγῇ τε χρεώμενοι ἀπλέτῳ · ἅπασαν γὰρ τὴν Βοιωτίην κατεῖχε ἠχὼ ὡς ἀνδρὸς ἀπολομένου μετά γε Μαρδόνιον λογιμωτάτου παρά τε Πέρσῃσι καὶ βασιλέϊ . .