9.26 Ἐνθαῦτα ἐν τῇ διατάξι ἐγένετο λόγων πολλὸς ὠθισμὸς Τεγεητέων τε καὶ Ἀθηναίων · ἐδικαίουν γὰρ αὐτοὶ ἑκάτεροι ἔχειν τὸ ἕτερον κέρας , καὶ καινὰ καὶ παλαιὰ παραφέροντες ἔργα . Τοῦτο μὲν οἱ Τεγεῆται ἔλεγον τάδε · ʹ Ἡμεῖς αἰεί κοτε ἀξιούμεθα ταύτης τῆς τάξιος ἐκ τῶν συμμάχων ἁπάντων , ὅσαι ἤδη ἔξοδοι κοιναὶ ἐγένοντο Πελοποννησίοισι καὶ τὸ παλαιὸν καὶ τὸ νέον , ἐξ ἐκείνου τοῦ χρόνου ἐπείτε Ἡρακλεῖδαι ἐπειρῶντο μετὰ τὸν Εὐρυσθέος θάνατον κατιόντες ἐς Πελοπόννησον . Τότε εὑρόμεθα τοῦτο διὰ πρῆγμα τοιόνδε . Ἐπεὶ μετὰ Ἀχαιῶν καὶ Ἰώνων τῶν τότε ἐόντων ἐν Πελοποννήσῳ ἐκβοηθήσαντες ἐς τὸν Ἰσθμὸν ἱζόμεθα ἀντίοι τοῖσι κατιοῦσι , τότε ὦν λόγος Ὕλλον ἀγορεύσασθαι ὡς χρεὸν εἴη τὸν μὲν στρατὸν τῷ στρατῷ μὴ ἀνακινδυνεύειν συμβάλλοντα , ἐκ δὲ τοῦ Πελοποννησίου στρατοπέδου τὸν ἂν σφέων αὐτῶν κρίνωσι εἶναι ἄριστον , τοῦτόν οἱ μουνομαχῆσαι ἐπὶ διακειμένοισι . Ἔδοξέ τε τοῖσι Πελοποννησίοισι ταῦτα εἶναι ποιητέα καὶ ἔταμον ὅρκιον ἐπὶ λόγῳ τοιῷδε , ἢν μὲν Ὕλλος νικήσῃ τὸν Πελοποννησίων ἡγεμόνα , κατιέναι Ἡρακλείδας ἐπὶ τὰ πατρώια , ἢν δὲ νικηθῇ , τὰ ἔμπαλιν Ἡρακλείδας ἀπαλλάσσεσθαι καὶ ἀπάγειν τὴν στρατιὴν ἑκατόν τε ἐτέων μὴ ζητῆσαι κάτοδον ἐς Πελοπόννησον . Προεκρίθη τε δὴ ἐκ πάντων τῶν συμμάχων ἐθελοντὴς Ἔχεμος Ἠερόπου τοῦ Κηφέος , στρατηγός τε ἐὼν καὶ βασιλεὺς ἡμέτερος , καὶ ἐμουνομάχησέ τε καὶ ἀπέκτεινε Ὕλλον . Ἐκ τούτου τοῦ ἔργου εὑρόμεθα ἐν Πελοποννησίοισι τε τοῖσι τότε καὶ ἄλλα γέρεα μεγάλα , τὰ διατελέομεν ἔχοντες , καὶ τοῦ κέρεος τοῦ ἑτέρου αἰεὶ ἡγεμονεύειν κοινῆς ἐξόδου γινομένης . Ὑμῖν μέν νυν , Λακεδαιμόνιοι , οὐκ ἀντιούμεθα , ἀλλὰ διδόντες αἵρεσιν ὁκοτέρου βούλεσθε κέρεος ἄρχειν παρίεμεν · τοῦ δὲ ἑτέρου φαμὲν ἐς ἡμέας ἱκνέεσθαι ἡγεμονεύειν κατά περ ἐν τῷ πρόσθε χρόνῳ . Χωρίς τε τούτου τοῦ ἀπηγημένου ἔργου ἀξιονικότεροί εἰμεν Ἀθηναίων ταύτην τὴν τάξιν ἔχειν · πολλοὶ μὲν γὰρ καὶ εὖ ἔχοντες πρὸς ὑμέας ἡμῖν , ἄνδρες Σπαρτιῆται , ἀγῶνες ἀγωνίδαται , πολλοὶ δὲ καὶ πρὸς ἄλλους . Οὕτω ὦν δίκαιον ἡμέας ἔχειν τὸ ἕτερον κέρας μᾶλλον περ Ἀθηναίους · οὐ γάρ σφί ἐστι ἔργα οἷά περ ἡμῖν κατεργασμένα , οὔτ’ ὦν καινὰ οὔτε παλαιά . ʹ .