9.22 Οὗτοι ἦσαν οἵ τε ὑποδεξάμενοι καὶ οἱ πρὸ τῶν ἄλλων τῶν παρεόντων Ἑλλήνων ἐς Ἐρυθρὰς ταχθέντες , τοὺς τοξότας προσελόμενοι . Μαχομένων δέ σφεων ἐπὶ χρόνον τέλος τοιόνδε ἐγένετο τῆς μάχης . Προσβαλλούσης τῆς ἵππου κατὰ τέλεα , Μασιστίου προέχων τῶν ἄλλων ἵππος βάλλεται τοξεύματι τὰ πλευρά , ἀλγήσας δὲ ἵσταταί τε ὀρθὸς καὶ ἀποσείεται τὸν Μασίστιον · πεσόντι δὲ αὐτῷ οἱ Ἀθηναῖοι αὐτίκα ἐπεκέατο · τόν τε δὴ ἵππον αὐτοῦ λαμβάνουσι καὶ αὐτὸν ἀμυνόμενον κτείνουσι , κατ’ ἀρχὰς οὐ δυνάμενοι . Ἐσκεύαστο γὰρ οὕτω · ἐντὸς θώρηκα εἶχε χρύσεον λεπιδωτόν , κατύπερθε δὲ τοῦ θώρηκος κιθῶνα φοινίκεον ἐνεδεδύκεε · τύπτοντες δὲ ἐς τὸν θώρηκα ἐποίευν οὐδέν , πρίν γε δὴ μαθών τις τὸ ποιεύμενον παίει μιν ἐς τὸν ὀφθαλμόν · οὕτω δὴ ἔπεσέ τε καὶ ἀπέθανε . Ταῦτα δέ κως γινόμενα ἐλελήθεε τοὺς ἄλλους ἱππέας · οὔτε γὰρ πεσόντα μιν εἶδον ἀπὸ τοῦ ἵππου οὔτε ἀποθνῄσκοντα , ἀναχωρήσιός τε γινομένης καὶ ὑποστροφῆς οὐκ ἔμαθον τὸ γινόμενον . Ἐπείτε δὲ ἔστησαν , αὐτίκα ἐπόθεσαν , ὥς σφεας οὐδεὶς ἦν τάσσων · μαθόντες δὲ τὸ γεγονός , διακελευσάμενοι ἤλαυνον τοὺς ἵππους πάντες , ὡς ἂν τόν γε νεκρὸν ἀνελοίατο . .