9.21 Κατὰ συντυχίην δὲ Μεγαρέες ἔτυχον ταχθέντες τῇ τε ἐπιμαχώτατον ἦν τοῦ χώρου παντός , καὶ πρόσοδος μάλιστα ταύτῃ ἐγίνετο τῇ ἵππῳ . Προσβαλλούσης ὦν τῆς ἵππου οἱ Μεγαρέες πιεζόμενοι ἔπεμπον ἐπὶ τοὺς στρατηγοὺς τῶν Ἑλλήνων κήρυκα , ἀπικόμενος δὲ κῆρυξ πρὸς αὐτοὺς ἔλεγε τάδε · ʹ Μεγαρέες τάδε λέγουσι · Ἡμεῖς , ἄνδρες σύμμαχοι , οὐ δυνατοί εἰμεν τὴν Περσέων ἵππον δέκεσθαι μοῦνοι , ἔχοντες στάσιν ταύτην ἐς τὴν ἔστημεν ἀρχήν · ἀλλὰ καὶ ἐς τόδε λιπαρίῃ τε καὶ ἀρετῇ ἀντέχομεν καίπερ πιεζόμενοι , νῦν τε εἰ μή τινας ἄλλους πέμψετε διαδόχους τῆς τάξιος , ἴστε ἡμέας ἐκλείψοντας τὴν τάξιν . ʹ μὲν δή σφι ταῦτα ἀπήγγελλε · Παυσανίης δὲ ἀπεπειρᾶτο τῶν Ἑλλήνων εἴ τινες ἐθέλοιεν ἄλλοι ἐθελονταὶ ἰέναι τε ἐς τὸν χῶρον τοῦτον καὶ τάσσεσθαι διάδοχοι Μεγαρεῦσι . Οὐ βουλομένων δὲ τῶν ἄλλων Ἀθηναῖοι ὑπεδέξαντο καὶ Ἀθηναίων οἱ τριηκόσιοι λογάδες , τῶν ἐλοχήγεε Ὀλυμπιόδωρος Λάμπωνος .