9.19 Λακεδαιμόνιοι δὲ ὡς ἐς τὸν Ἰσθμὸν ἦλθον , ἐν τούτῳ ἐστρατοπεδεύοντο . Πυνθανόμενοι δὲ ταῦτα οἱ λοιποὶ Πελοποννήσιοι τοῖσι τὰ ἀμείνω ἑάνδανε , οἱ δὲ καὶ ὁρῶντες ἐξιόντας Σπαρτιήτας , οὐκ ἐδικαίουν λείπεσθαι τῆς ἐξόδου Λακεδαιμονίων . Ἐκ δὴ ὦν τοῦ Ἰσθμοῦ καλλιερησάντων τῶν ἱρῶν ἐπορεύοντο πάντες καὶ ἀπικνέονται ἐς Ἐλευσῖνα · ποιήσαντες δὲ καὶ ἐνθαῦτα ἱρά , ὥς σφι ἐκαλλιέρεε , τὸ πρόσω ἐπορεύοντο , Ἀθηναῖοι δὲ ἅμα αὐτοῖσι , διαβάντες μὲν ἐκ Σαλαμῖνος , συμμιγέντες δὲ ἐν Ἐλευσῖνι . Ὡς δὲ ἄρα ἀπίκοντο τῆς Βοιωτίης ἐς Ἐρυθράς , ἔμαθόν τε δὴ τοὺς βαρβάρους ἐπὶ τῷ Ἀσωπῷ στρατοπεδευομένους , φρασθέντες τε τοῦτο ἀντετάσσοντο ἐπὶ τῆς ὑπωρείης τοῦ Κιθαιρῶνος .
9.20 Μαρδόνιος δέ , ὡς οὐ κατέβαινον οἱ Ἕλληνες ἐς τὸ πεδίον , πέμπει ἐς αὐτοὺς πᾶσαν τὴν ἵππον , τῆς ἱππάρχεε Μασίστιος εὐδοκιμέων παρὰ Πέρσῃσι , τὸν Ἕλληνες Μακίστιον καλέουσι , ἵππον ἔχων Νησαῖον χρυσοχάλινόν τε καὶ ἄλλως κεκοσμημένον καλῶς . Ἐνθαῦτα ὡς προσήλασαν οἱ ἱππόται πρὸς τοὺς Ἕλληνας , προσέβαλλον κατὰ τέλεα , προσβάλλοντες δὲ κακὰ μεγάλα ἐργάζοντο καὶ γυναῖκάς σφεας ἀπεκάλεον .