9.18 μὲν ὦν ταῦτα παραίνεε · οἱ δὲ ἱππέες ἐπείτε σφέας ἐκυκλώσαντο , ἐπήλαυνον ὡς ἀπολέοντες , καὶ δὴ διετείνοντο τὰ βέλεα ὡς ἀπήσοντες , καί κού τις καὶ ἀπῆκε · καὶ οἳ ἀντίοι ἔστησαν , πάντῃ συστρέψαντες ἑωυτοὺς καὶ πυκνώσαντες ὡς μάλιστα . Ἐνθαῦτα οἱ ἱππόται ὑπέστρεφον καὶ ἀπήλαυνον ὀπίσω . Οὐκ ἔχω δ’ ἀτρεκέως εἰπεῖν οὔτε εἰ ἦλθον μὲν ἀπολέοντες τοὺς Φωκέας δεηθέντων Θεσσαλῶν , ἐπεὶ δὲ ὥρων πρὸς ἀλέξησιν τραπομένους , δείσαντες μὴ καὶ σφίσι γένηται τρῶμα , οὕτω δὴ ἀπήλαυνον ὀπίσω ὣς γάρ σφι ἐνετείλατο Μαρδόνιος , οὔτ’ εἰ αὐτῶν πειρηθῆναι ἠθέλησε εἴ τι ἀλκῆς μετέχουσι · ὡς δὲ ὀπίσω ἀπήλασαν οἱ ἱππόται , πέμψας Μαρδόνιος κήρυκα ἔλεγε τάδε · ʹ Θαρσέετε , Φωκέες · ἄνδρες γὰρ ἐφάνητε ἐόντες ἀγαθοί , οὐκ ὡς ἐγὼ ἐπυνθανόμην . Καὶ νῦν προθύμως φέρετε τὸν πόλεμον τοῦτον · εὐεργεσίῃσι γὰρ οὐ νικήσετε οὔτ’ ὦν ἐμὲ οὔτε βασιλέα . ʹ Τὰ περὶ Φωκέων μὲν ἐς τοσοῦτο ἐγένετο .