1.126 Ὡς δὲ παρῆσαν ἅπαντες ἔχοντες τὸ προειρημένον , ἐνθαῦτα Κῦρος , ἦν γάρ τις χῶρος τῆς Περσικῆς ἀκανθώδης ὅσον τε ἐπὶ ὀκτωκαίδεκα σταδίους εἴκοσι πάντῃ , τοῦτόν σφι τὸν χῶρον προεῖπε ἐξημερῶσαι ἐν ἡμέρῃ . Ἐπιτελεσάντων δὲ τῶν Περσέων τὸν προκείμενον ἄεθλον , δεύτερά σφι προεῖπε ἐς τὴν ὑστεραίην παρεῖναι λελουμένους . Ἐν δὲ τούτῳ τά τε αἰπόλια καὶ τὰς ποίμνας καὶ τὰ βουκόλια Κῦρος πάντα τοῦ πατρὸς συναλίσας ἐς τὠυτὸ ἔθυε καὶ παρεσκεύαζε ὡς δεξόμενος τὸν Περσέων στρατόν , πρὸς δὲ οἴνῳ τε καὶ σιτίοισι ὡς ἐπιτηδεοτάτοισι · ἀπικομένους δὲ τῇ ὑστεραίῃ τοὺς Πέρσας κατακλίνας ἐς λειμῶνα εὐώχεε . Ἐπείτε δὲ ἀπὸ δείπνου ἦσαν , εἴρετό σφεας Κῦρος κότερα τὰ τῇ προτεραίῃ εἶχον τὰ παρεόντα σφι εἴη αἱρετώτερα . Οἱ δὲ ἔφασαν πολλὸν εἶναι αὐτῶν τὸ μέσον · τὴν μὲν γὰρ προτέρην ἡμέρην πάντα σφι κακὰ ἔχειν , τὴν δὲ τότε παρεοῦσαν πάντα ἀγαθά . Παραλαβὼν δὲ τοῦτο τὸ ἔπος Κῦρος παρεγύμνου τὸν πάντα λόγον , λέγων · ʹ Ἄνδρες Πέρσαι , οὕτως ὑμῖν ἔχει · βουλομένοισι μὲν ἐμέο πείθεσθαι ἔστι τάδε τε καὶ ἄλλα μυρία ἀγαθά , οὐδένα πόνον δουλοπρεπέα ἔχουσι · μὴ βουλομένοισι δὲ ἐμέο πείθεσθαι εἰσὶ ὑμῖν πόνοι τῷ χθιζῷ παραπλήσιοι ἀναρίθμητοι . Νῦν ὦν ἐμέο πειθόμενοι γίνεσθε ἐλεύθεροι . Αὐτός τε γὰρ δοκέω θείῃ τύχῃ γεγονὼς τάδε ἐς χεῖρας ἄγεσθαι καὶ ὑμέας ἥγημαι ἄνδρας Μήδων εἶναι οὐ φλαυροτέρους οὔτε τἆλλα οὔτε τὰ πολέμια . Ὡς ὦν ἐχόντων ὧδε ἀπίστασθε ἀπ’ Ἀστυάγεος τὴν ταχίστην . ʹ ʹ