9.17 Μαρδονίου δὲ ἐν τῇ Βοιωτίῃ στρατοπεδευομένου οἱ μὲν ἄλλοι παρείχοντο ἅπαντες στρατιὴν καὶ συνεσέβαλον ἐς Ἀθήνας ὅσοι περ ἐμήδιζον Ἑλλήνων τῶν ταύτῃ οἰκημένων , μοῦνοι δὲ Φωκέες οὐ συνεσέβαλον · ἐμήδιζον γὰρ δὴ σφόδρα καὶ οὗτοι , οὐκ ἑκόντες ἀλλ’ ὑπ’ ἀναγκαίης . Ἡμέρῃσι δὲ οὐ πολλῇσι μετὰ τὴν ἄπιξιν τὴν ἐς Θήβας ὕστερον ἦλθον αὐτῶν ὁπλῖται χίλιοι · ἦγε δὲ αὐτοὺς Ἁρμοκύδης ἀνὴρ τῶν ἀστῶν δοκιμώτατος . Ἐπεὶ δὲ ἀπίκατο καὶ οὗτοι ἐς Θήβας , πέμψας Μαρδόνιος ἱππέας ἐκέλευσέ σφεας ἐπ’ ἑωυτῶν ἐν τῷ πεδίῳ ἵζεσθαι . Ὡς δὲ ἐποίησαν ταῦτα , αὐτίκα παρῆν ἵππος ἅπασα . Μετὰ δὲ ταῦτα διεξῆλθε μὲν διὰ τοῦ στρατοπέδου τοῦ Ἑλληνικοῦ τοῦ μετὰ Μήδων ἐόντος φήμη ὡς κατακοντιεῖ σφεας , διεξῆλθε δὲ δι’ αὐτῶν Φωκέων τὠυτὸ τοῦτο . Ἔνθα δή σφι στρατηγὸς Ἁρμοκύδης παραίνεε λέγων τοιάδε · ʹ Φωκέες , πρόδηλα γὰρ ὅτι ἡμέας οὗτοι οἱ ἄνθρωποι μέλλουσι προόπτῳ θανάτῳ δώσειν , διαβεβλημένους ὑπὸ Θεσσαλῶν , ὡς ἐγὼ εἰκάζω · νῦν ὦν ἄνδρα πάντα τινὰ ὑμέων χρεόν ἐστι γενέσθαι ἀγαθόν · κρέσσον γὰρ ποιεῦντάς τι καὶ ἀμυνομένους τελευτῆσαι τὸν αἰῶνα περ παρέχοντας διαφθαρῆναι αἰσχίστῳ μόρῳ . Ἀλλὰ μαθέτω τις αὐτῶν ὅτι ἐόντες βάρβαροι ἐπ’ Ἕλλησι ἀνδράσι φόνον ἔρραψαν . ʹ