9.16 Τάδε δὲ ἤδη τὰ ἐπίλοιπα ἤκουον Θερσάνδρου ἀνδρὸς μὲν Ὀρχομενίου , λογίμου δὲ ἐς τὰ πρῶτα ἐν Ὀρχομενῷ . Ἔφη δὲ Θέρσανδρος κληθῆναι καὶ αὐτὸς ὑπὸ Ἀτταγίνου ἐπὶ τὸ δεῖπνον τοῦτο , κληθῆναι δὲ καὶ Θηβαίων ἄνδρας πεντήκοντα , καί σφεων οὐ χωρὶς ἑκατέρους κλῖναι , ἀλλὰ Πέρσην τε καὶ Θηβαῖον ἐν κλίνῃ ἑκάστῃ . Ὡς δὲ ἀπὸ δείπνου ἦσαν , διαπινόντων τὸν Πέρσην τὸν ὁμόκλινον Ἑλλάδα γλῶσσαν ἱέντα εἰρέσθαι αὐτὸν ὁκοδαπός ἐστι , αὐτὸς δὲ ὑποκρίνασθαι ὡς εἴη Ὀρχομένιος . Τὸν δὲ εἰπεῖν · ʹ Ἐπεὶ νῦν ὁμοτράπεζός τέ μοι καὶ ὁμόσπονδος ἐγένεο , μνημόσυνά τοι γνώμης τῆς ἐμῆς καταλιπέσθαι θέλω , ἵνα καὶ προειδὼς αὐτὸς περὶ σεωυτοῦ βουλεύεσθαι ἔχῃς τὰ συμφέροντα . Ὁρᾷς τούτους τοὺς δαινυμένους Πέρσας καὶ τὸν στρατὸν τὸν ἐλίπομεν ἐπὶ τῷ ποταμῷ στρατοπεδευόμενον ; Τούτων πάντων ὄψεαι ὀλίγου τινὸς χρόνου διελθόντος ὀλίγους τινὰς τοὺς περιγενομένους ʹ . Ταῦτά τε ἅμα τὸν Πέρσην λέγειν καὶ μετιέναι πολλὰ τῶν δακρύων . Αὐτὸς δὲ θωμάσας τὸν λόγον εἰπεῖν πρὸς αὐτόν · ʹ Οὐκῶν Μαρδονίῳ τε ταῦτα χρεόν ἐστι λέγειν καὶ τοῖσι μετ’ ἐκεῖνον ἐν αἴνῃ ἐοῦσι Περσέων ; ʹ Τὸν δὲ μετὰ ταῦτα εἰπεῖν · ʹ Ξεῖνε , τι δεῖ γενέσθαι ἐκ τοῦ θεοῦ , ἀμήχανον ἀποτρέψαι ἀνθρώπῳ · οὐδὲ γὰρ πιστὰ λέγουσι ἐθέλει πείθεσθαι οὐδείς . Ταῦτα δὲ Περσέων συχνοὶ ἐπιστάμενοι ἑπόμεθα ἀναγκαίῃ ἐνδεδεμένοι . Ἐχθίστη δὲ ὀδύνη ἐστὶ τῶν ἐν ἀνθρώποισι αὕτη , πολλὰ φρονέοντα μηδενὸς κρατέειν . ʹ Ταῦτα μὲν τοῦ Ὀρχομενίου Θερσάνδρου ἤκουον · καὶ τάδε πρὸς τούτοισι , ὡς αὐτὸς αὐτίκα λέγοι ταῦτα πρὸς ἀνθρώπους πρότερον γενέσθαι ἐν Πλαταιῇσι τὴν μάχην . ʹ