9.15 Μετὰ δὲ ταῦτα Μαρδονίῳ ἦλθε ἀγγελίη ὡς ἁλέες εἴησαν οἱ Ἕλληνες ἐν τῷ Ἰσθμῷ . Οὕτω δὴ ὀπίσω ἐπορεύετο διὰ Δεκελέης · οἱ γὰρ βοιωτάρχαι μετεπέμψαντο τοὺς προσχώρους τῶν Ἀσωπίων , οὗτοι δὲ αὐτῷ τὴν ὁδὸν ἡγέοντο ἐς Σφενδαλέας , ἐνθεῦτεν δὲ ἐς Τάναγραν · ἐν Τανάγρῃ δὲ νύκτα ἐναυλισάμενος , καὶ τραπόμενος τῇ ὑστεραίῃ ἐς Σκῶλον ἐν γῇ τῇ Θηβαίων ἦν . Ἐνθαῦτα δὲ τῶν Θηβαίων καίπερ μηδιζόντων ἔκειρε τοὺς χώρους , οὔτι κατὰ ἔχθος αὐτῶν ἀλλ’ ὑπ’ ἀναγκαίης μεγάλης ἐχόμενος , βουλόμενος ἔρυμα τε τῷ στρατοπέδῳ ποιήσασθαι · καὶ , ἢν συμβαλόντι οἱ μὴ ἐκβαίνῃ ὁκοῖόν τι ἐθέλοι , κρησφύγετον τοῦτο ἐποιέετο . Παρῆκε δὲ αὐτοῦ τὸ στρατόπεδον ἀρξάμενον ἀπὸ Ἐρυθρέων παρὰ Ὑσιάς , κατέτεινε δὲ ἐς τὴν Πλαταιίδα γῆν , παρὰ τὸν Ἀσωπὸν ποταμὸν τεταμένον · οὐ μέντοι τό γε τεῖχος τοσοῦτο ἐποιέετο , ἀλλ’ ὡς ἐπὶ δέκα σταδίους μάλιστά κῃ μέτωπον ἕκαστον . Ἐχόντων δὲ τὸν πόνον τοῦτον τῶν βαρβάρων , Ἀτταγῖνος Φρύνωνος ἀνὴρ Θηβαῖος παρασκευασάμενος μεγάλως ἐκάλεε ἐπὶ ξείνια αὐτόν τε Μαρδόνιον καὶ πεντήκοντα Περσέων τοὺς λογιμωτάτους , κληθέντες δὲ οὗτοι εἵποντο · ἦν δὲ τὸ δεῖπνον ποιεύμενον ἐν Θήβῃσι .